1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:12
SBL Greek New Testament
ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ
Compare
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:12
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:1
Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:1
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:5
καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:5
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:14
Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας·
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:14
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:3-4
πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:3-4
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:29
Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:29
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:10-11
Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:10-11
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:9
ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:9
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:17
ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:17
Home
Bible
Plans
Videos