1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:5
SBL Greek New Testament
ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
Compare
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:5
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:4
μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ ⸀μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ ⸀μένητε.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:4
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:7
ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε ⸀αἰτήσασθε καὶ γενήσεται ὑμῖν·
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:7
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:16
οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:16
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:13
μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:13
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:2
πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα ⸂καρπὸν πλείονα⸃ φέρῃ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:2
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:12
Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς·
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:12
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:8
ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ ⸀γένησθε ἐμοὶ μαθηταί.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:8
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:1
Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν·
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:1
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:6
ἐὰν μή τις ⸀μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:6
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:11
ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ⸀ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:11
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:10
ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ ⸂τὰς ἐντολὰς τοῦ πατρός μου⸃ τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:10
13
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:17
ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:17
14
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:19
εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:19
Home
Bible
Plans
Videos