1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:30
SBL Greek New Testament
ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.
Compare
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:30
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:28
Μετὰ τοῦτο ⸀εἰδὼς ὁ Ἰησοῦς ὅτι ⸂ἤδη πάντα⸃ τετέλεσται ἵνα τελειωθῇ ἡ γραφὴ λέγει· Διψῶ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:28
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26-27
Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ ⸀μητρί· Γύναι, ⸀ἴδε ὁ υἱός σου· εἶτα λέγει τῷ μαθητῇ· ⸀Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26-27
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:33-34
ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ⸂ἤδη αὐτὸν⸃ τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ⸂ἐξῆλθεν εὐθὺς⸃ αἷμα καὶ ὕδωρ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:33-34
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:36-37
ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται ⸀αὐτοῦ. καὶ πάλιν ἑτέρα γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:36-37
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17
καὶ βαστάζων ⸂αὑτῷ τὸν σταυρὸν⸃ ἐξῆλθεν εἰς ⸀τὸν λεγόμενον Κρανίου Τόπον, ⸀ὃ λέγεται Ἑβραϊστὶ Γολγοθα
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:2
καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:2
Home
Bible
Plans
Videos