1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35
SBL Greek New Testament
⸀Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ⸀ἐμὲ οὐ μὴ ⸀διψήσει πώποτε.
Compare
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:63
τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ ⸀λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:63
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:27
ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:27
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40
τοῦτο ⸀γάρ ἐστιν τὸ θέλημα τοῦ ⸂πατρός μου⸃ ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ⸀ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:29
ἀπεκρίθη ⸀ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα ⸀πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:29
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:37
πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός ⸀με οὐ μὴ ἐκβάλω ἔξω
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:37
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:68
⸀ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:68
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51
ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ⸀ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ⸀ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:44
οὐδεὶς δύναται ἐλθεῖν πρός ⸀με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:44
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:33
ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:33
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:48
ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς·
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:48
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:11-12
ἔλαβεν ⸀οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας ⸀διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:11-12
13
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:19-20
ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. ὁ δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι, μὴ φοβεῖσθε.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:19-20
Home
Bible
Plans
Videos