1
ΚΑΤΑ ΛΟΥΚΑΝ 9:23
Scrivener’s Textus Receptus 1894
ἔλεγε δὲ πρὸς πάντας, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ’ ἡμέραν, καὶ ἀκολουθείτω μοι.
Compare
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 9:23
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 9:24
ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 9:24
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 9:62
εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς, Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ’ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 9:62
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 9:25
τί γὰρ ὠφελεῖται ἄνθρωπος, κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 9:25
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 9:26
ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 9:26
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 9:58
καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 9:58
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 9:48
καὶ εἶπεν αὐτοῖς, Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐσται μέγας.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 9:48
Home
Bible
Plans
Videos