1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:24
Scrivener’s Textus Receptus 1894
τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
Compare
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:24
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:18
κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:18
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19
καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:25
ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν·
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:25
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:26
τί γὰρ ὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:26
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:15-16
λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε, Σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:15-16
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:17
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:17
Home
Bible
Plans
Videos