1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:30
Text-Critical Greek New Testament
Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα.
Compare
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:30
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:28
Μετὰ τοῦτο ἰδὼν ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:28
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26-27
Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ, Γύναι, ἰδοὺ ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ, Ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26-27
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:33-34
ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη· ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:33-34
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:36-37
Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται ἀπ᾽ αὐτοῦ. Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:36-37
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17
καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τόπον λεγόμενον Κρανίου Τόπον, ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ·
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:2
Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:2
Home
Bible
Plans
Videos