1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:18-19
Text-Critical Greek New Testament
Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι·
Compare
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:18-19
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:11
Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:11
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:8-9
Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:8-9
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:28
Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:28
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:25-27
Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ εἶπε, Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:25-27
Home
Bible
Plans
Videos