1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:10
Byzantine Textform 2018
Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ• ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν, καὶ περισσὸν ἔχωσιν.
Compare
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:10
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός• ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27
Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι•
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28
κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς• καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:9
Ἐγώ εἰμι ἡ θύρα• δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:9
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29-30
Ὁ πατήρ μου ὃς δέδωκέν μοι, μείζων πάντων ἐστίν• καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου. Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29-30
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15
Καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα• καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18
Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7
¶ Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12
Ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα, καὶ φεύγει• καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:1
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:1
Home
Bible
Plans
Videos