1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:26
Byzantine Textform 2018
Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω• καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται• καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.
Compare
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:26
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:25
Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν• καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:25
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:24
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει• ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:24
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:46
Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμέ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:46
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:47
Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν• οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:47
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3
Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ• ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:13
ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον, Ὡσαννά• εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:13
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:23
Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων, Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:23
Home
Bible
Plans
Videos