YouVersion Logo
Search Icon

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5

5
The Sermon on the Mount
1Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος καί, καθίσαντος αὐτοῦ, προσῆλθον#προσηλθον rell ¦ προσηλθαν ℵB,NU αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
The Beatitudes
2Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· 3«Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 4Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. 5Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. 6Μακάριοι οἱ πεινῶντες#πεινωντες rell ¦ πινωντες CP καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. 7Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. 8Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. 9Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. 10Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
For disciples
11»Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν, καὶ εἴπωσιν πᾶν πονηρὸν ῥῆμα#ρημα f35 C,W (99.8%) RP,HF,OC,CP,TR ¦ --- ℵB(D)NU καθ᾿ ὑμῶν, ψευδόμενοι,#ψευδομενοι f35 ℵB,C [99.9%] RP,HF,OC,CP,TR[NU] ¦ --- D ἕνεκεν ἐμοῦ. 12Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. 13Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ#βληθηναι εξω και f35 D,W [99%] RP,HF,OC,CP,TR ¦ βληθεν 2 ℵB,C [1%] NU καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. 14Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. 15Οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. 16Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Jesus interprets the Law
17»Μὴ νομίσητε#νομισητε rell ¦ νομησητε [5%] CP ὅτι ἦλθον καταλῦσαι τὸν Νόμον ἢ τοὺς Προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 18Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ Νόμου ἕως ἂν πάντα γένηται. 19Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ#διδαξη rell ¦ διδαξει CP οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 20Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν#η δικαιοσυνη υμων f35 [70%] RP,HF,OC,CP,TR ¦ ∼ 312 ℵB,W [30%] NU ¦ one other variant (D omits verse 20; C is missing) πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
About respecting others
21»Ἠκούσατε ὅτι ἐρρέθη#ερρεθη rell ¦ ερρηθη B,D [15%] (Wherever the word occurs a number of MSS will have the variant, but never more than 15%.) τοῖς ἀρχαίοις, ‹Οὐ φονεύσεις, ὃς δ᾿ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.› 22Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ#εικη f35 D,W (96.2%) RP,HF,OC,CP,TR ¦ --- 𝕻64ℵB (1.9%) NU ¦ a long omission [homoioteleuton] (1.9%) ἔνοχος ἔσται τῇ κρίσει. Ὃς δ᾿ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, ‹Ῥακά,› ἔνοχος ἔσται τῷ συνεδρίῳ. Ὃς δ᾿ ἂν εἴπῃ, ‹Μωρέ,› ἔνοχος ἔσται εἰς τὴν Γέενναν#γεενναν rell ¦ γεεναν [5%] CP τοῦ πυρός. 23Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον καὶ ἐκεῖ#και εκει f35 D [80%] RP,HF,CP ¦ κακει ℵB,W [20%] OC,TR,NU μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, 24ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. 25Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾿ αὐτοῦ,#εν τη οδω μετ αυτου f35 [97%] RP,HF,OC,CP,TR ¦ ∼ 45123 ℵB,D,W [3%] NU μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτής σε παραδῷ#σε παραδω f35 (D)W [97%] RP,HF,OC,CP,TR ¦ --- 𝕻64vℵB [3%] NU τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ. 26Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν#αν rell ¦ ου W [3%] OC ¦ --- [2%] ἀποδῷς τὸν ἔσχατον κοδράντην.
About sexual sin
27»Ἠκούσατε ὅτι ἐρρέθη,#ερρεθη f35 ℵB,D,W [90%] RP,HF,CP,NU ¦ 1 τοις αρχαιοις [10%] OC,TR ‹Οὐ μοιχεύσεις.› 28Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν#αυτην f35 B,D,W [90%] RP,HF,OC,CP,NU ¦ αυτης [10%] TR ¦ --- ℵ ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 29Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν. 30Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν.#βληθη εις γεενναν f35 W [98%] RP,HF,OC,CP,TR ¦ ∼ 23 απελθη ℵB [2%] NU (D omits verse 30) 31Ἐρρέθη#ερρεθη f35 ℵ [30%] ¦ 1 δε B,D,W [70%] RP,HF,OC,CP,TR,NU ὅτι#οτι f35 W [97%] RP,HF,CP,TR ¦ --- ℵB,D [3%] OC,NU ‹ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.› 32Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ#ος αν απολυση f35 D [90%] RP,HF,OC,CP,TR ¦ πας ο απολυων ℵB,W [10%] NU τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι,#μοιχασθαι f35 [97%] RP,HF,OC,CP,TR ¦ μοιχευθηναι ℵB,D,W [3%] NU καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.
About swearing
33»Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, ‹Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.› 34Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ Θεοῦ· 35μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως· 36μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι.#μιαν τριχα λευκην η μελαιναν ποιησαι f35 [98%] RP,HF,OC,CP,TR ¦ ∼ 123645 (ℵ)B(W) [1%] NU ¦ ∼ 612345 [0.5%] ¦ ∼ 126345 [0.5%] ¦ two other variants D 37Ἔστω δὲ ὁ λόγος ὑμῶν ‹ναὶ ναί,› ‹οὒ οὔ›· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
About retaliation
38»Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.› 39Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει#ραπισει f35 D [98%] RP,HF,OC,CP,TR ¦ ραπιζει ℵB,W [2%] NU ἐπὶ#επι f35 D [96%] RP,HF,OC,CP,TR ¦ εις ℵB,W [4%] NU τὴν δεξιὰν σιαγόνα,#δεξιαν σιαγονα f35 ℵW [65%] RP,OC ¦ 1 σου 2 [35%] HF,CP,TR ¦ 12 σου B[NU] ¦ 2 σου D στρέψον αὐτῷ καὶ τὴν ἄλλην. 40Καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. 41Καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾿ αὐτοῦ δύο. 42Τῷ αἰτοῦντί σε δίδου,#διδου f35 [98.5%] RP,HF,OC,CP,TR ¦ δος ℵB,D,W [1.5%] NU καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι#δανεισασθαι f35 [97.5%] RP,HF,OC,CP,TR ¦ δανισασθαι ℵB,D,W [1.5%] NU ¦ δανησασθαι [1%] ¦ one other variant μὴ ἀποστραφῇς.
How to treat enemies
43»Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.› 44Ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,#ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τοις μισουσιν (τους μισουντας 1.1% TR) υμας f35 W (91.2%) RP,HF,OC,CP(TR) ¦ ten minor variations on this D (1.9%) ¦ 1234 (4.2%) ¦ 56789 (0.9%) ¦ ∼ 5-9,1-4 (0.6%) ¦ five further partial variants (0.3%) ¦ --- ℵB (0.8%) NU καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ#επηρεαζοντων υμας και f35 W (94.3%) RP,HF,OC,CP,TR ¦ 12 (2.8%) ¦ 13 (D) (1.8%) ¦ --- ℵB (0.8%) NU ¦ longer omission (0.3%) διωκόντων ὑμᾶς, 45ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς#τοις f35 [80%] RP,HF,CP ¦ --- ℵB,D,W [20%] OC,TR,NU οὐρανοῖς· ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; 47Καὶ ἐὰν ἀσπάσησθε τοὺς φίλους#φιλους f35 W [96%] RP,HF,OC,CP ¦ αδελφους ℵB,D [3.5%] TR,NU ¦ two other variants [0.5%] ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ τελῶναι#τελωναι f35 W (91.4%) RP,HF,OC,CP,TR ¦ εθνικοι ℵB,D (7.3%) NU ¦ long omissions (1.3%) οὕτως#ουτως f35 (80.2%) RP,HF,OC,CP,TR ¦ το αυτο ℵB,D,W (17%) NU ¦ τουτο (1.5%) ¦ long omissions (1.3%) ποιοῦσιν; 48Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὥσπερ#ωσπερ f35 D,W [97%] RP,HF,OC,CP,TR ¦ ως ℵB [3%] NU ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς#εν τοις ουρανοις f35 [85%] RP,HF,OC,CP,TR ¦ ουρανιος ℵB,W [15%] NU ¦ 13 D τέλειός ἐστιν.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in