YouVersion Logo
Search Icon

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5

5
1Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι, σὺν #5:1 σαπφειρη ¦ σαπφειρα PCK TH ¦ σαπφιρη ECM NA SBLΣαπφείρῃ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, 2καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, #5:2 συνειδυιας ¦ συνειδυιης CTσυνειδυίας καὶ τῆς γυναικὸς #5:2 αυτου ¦ --- CTαὐτοῦ, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. 3Εἶπε δὲ #5:3 πετρος ¦ ο πετρος CTΠέτρος, Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ νοσφίσασθαί #5:3 σε ¦ --- ANT CT TRσε ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; 4Οὐχὶ μένον σοὶ ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. 5Ἀκούων δὲ #5:5 ο ¦ --- TRὁ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξε· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας #5:5 ταυτα ¦ --- CTταῦτα. 6Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτόν, καὶ ἐξενέγκαντες ἔθαψαν.
7Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. 8Ἀπεκρίθη δὲ #5:8 αυτη ¦ προς αυτην CTαὐτῇ #5:8 ο ¦ --- CTὁ Πέτρος, Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ἡ δὲ εἶπε, Ναί, τοσούτου. 9Ὁ δὲ Πέτρος #5:9 ειπε ¦ --- CTεἶπε πρὸς αὐτήν, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα Κυρίου; Ἰδού, οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε. 10Ἔπεσε δὲ παραχρῆμα #5:10 παρα ¦ προς ECM* NA SBL TH WHπαρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. 11Καὶ ἐγένετο φόβος μέγας ἐφ᾽ ὅλην τὴν ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
12Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων #5:12 εγινετο ¦ εγενετο BYZ PCK STἐγίνετο σημεῖα καὶ τέρατα #5:12 εν τω λαω πολλα ¦ πολλα εν τω λαω CTἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν #5:12 απαντες ¦ παντες WHἅπαντες ἐν τῇ στοᾷ #5:12 σολομωντος ¦ σολομωνος PCKΣολομῶντος. 13Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾽ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· 14μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· 15ὥστε #5:15 κατα ¦ και εις CTκατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶ #5:15 κλινων ¦ κλιναριων CTκλινῶν καὶ #5:15 κραββατων ¦ κραβαττων ANT CTκραββάτων, ἵνα ἐρχομένου #5:15 πετρου ¦ του πετρου PCKΠέτρου κἂν ἡ σκιὰ #5:15 επισκιαση ¦ επισκιασει WHἐπισκιάσῃ τινὶ αὐτῶν. 16Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων #5:16 εις ¦ --- CTεἰς Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, #5:16 οιτινες ¦ και PCKοἵτινες ἐθεραπεύοντο ἅπαντες.
17Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ—ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων—ἐπλήσθησαν ζήλου, 18καὶ ἐπέβαλον τὰς χεῖρας #5:18 αυτων ¦ --- ECM* NA SBL TH WHαὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19Ἄγγελος δὲ Κυρίου διὰ #5:19 της ¦ --- CTτῆς νυκτὸς #5:19 ηνοιξε ¦ ανοιξας ECM* NAἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε, 20Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. 21Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερόν, καὶ ἐδίδασκον.
Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον, ἀχθῆναι αὐτούς. 22Οἱ δὲ #5:22 υπηρεται παραγενομενοι ¦ παραγενομενοι υπηρεται CT PCKὑπηρέται παραγενόμενοι οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν, 23λέγοντες ὅτι Τὸ #5:23 μεν ¦ --- CTμὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας #5:23 εστωτας ¦ εξω εστωτας TRἑστῶτας #5:23 προ ¦ επι ECM* NA SBL TH WHπρὸ τῶν θυρῶν· ἀνοίξαντες δέ, ἔσω οὐδένα εὕρομεν. 24Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε #5:24 ιερευς και ο 81.7% ¦ --- CT 8.1%ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν, τί ἂν γένοιτο τοῦτο. 25Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς #5:25 οτι ¦ λεγων οτι TRὅτι Ἰδού, οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. 26Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις #5:26 ηγαγεν ¦ ηγεν NA TH WHἤγαγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, #5:26 ινα ¦ --- CTἵνα μὴ λιθασθῶσιν.
27Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. Καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεύς, 28λέγων, #5:28 ου ¦ --- ECM* SBL TH WHΟὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. 29Ἀποκριθεὶς δὲ #5:29 πετρος ¦ ο πετρος TRΠέτρος καὶ οἱ ἀπόστολοι #5:29 ειπον ¦ ειπαν CTεἶπον, Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. 30Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε, κρεμάσαντες ἐπὶ ξύλου. 31Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, #5:31 δουναι ¦ του δουναι NA SBL WHδοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. 32Καὶ ἡμεῖς ἐσμεν #5:32 αυτου ¦ --- ECM* NA SBL TH WHαὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα #5:32 δε ¦ --- CTδὲ τὸ Ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33Οἱ δὲ #5:33 ακουοντες ¦ ακουσαντες ANT BYZ CT HF TRἀκούοντες διεπρίοντο, καὶ #5:33 εβουλευοντο ¦ εβουλοντο NA SBL TH WHἐβουλεύοντο ἀνελεῖν αὐτούς. 34Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ #5:34 τι ¦ --- CTτι τοὺς #5:34 αποστολους 98.3% ¦ ανθρωπους CT 1.1%ἀποστόλους ποιῆσαι. 35Εἶπέ τε πρὸς αὐτούς, Ἄνδρες #5:35 ισραηλιται ¦ ισραηλειται TH WHἸσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. 36Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ #5:36 προσεκληθη ¦ προσεκλιθη ANT CT PCK ¦ προσεκολληθη TRπροσεκλήθη #5:36 αριθμος ανδρων ¦ ανδρων αριθμος CTἀριθμὸς ἀνδρῶν #5:36 ωσει ¦ ως CT PCKὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. 37Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν #5:37 ικανον ¦ --- CTἱκανὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. 38Καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ #5:38 εασατε ¦ αφετε ECM* NA SBL TH WHἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ #5:38 βουλη ¦ βουλη αυτη ANT CT TRβουλὴ ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· 39εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ #5:39 δυνασθε ¦ δυνησεσθε CT PCKδύνασθε καταλῦσαι #5:39 αυτο ¦ αυτους CTαὐτό, μήποτε καὶ θεομάχοι εὑρεθῆτε. 40Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, #5:40 δειραντες ¦ δηραντες PCKδείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν #5:40 αυτους ¦ --- CTαὐτούς. 41Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι #5:41 υπερ του ονοματος του ιησου κατηξιωθησαν ¦ υπερ του ονοματος αυτου κατηξιωθησαν ANT BYZ TR ¦ κατηξιωθησαν υπερ του ονοματος του χριστου PCK ¦ κατηξιωθησαν υπερ του ονοματος CTὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κατηξιώθησαν ἀτιμασθῆναι. 42Πᾶσάν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατ᾽ οἶκον, οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι #5:42 ιησουν τον χριστον ¦ τον χριστον ιησουν CT PCKἸησοῦν τὸν Χριστόν.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in