ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12
12
1Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος #12:1 ο τεθνηκως ¦ --- CTὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ #12:1 νεκρων ¦ νεκρων ιησους NA SBL WH ¦ νεκρων ο ιησους THνεκρῶν. 2Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν #12:2 των ¦ εκ των CTτῶν #12:2 ανακειμενων συν ¦ συνανακειμενων TRἀνακειμένων σὺν αὐτῷ. 3Ἡ οὖν #12:3 μαρια ¦ μαριαμ NA SBL WHΜαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4Λέγει #12:4 ουν ¦ δε CTοὖν #12:4 εις εκ των μαθητων αυτου ιουδας σιμωνος ισκαριωτης ¦ ιουδας ο ισκαριωτης εις εκ των μαθητων αυτου NA ¦ ιουδας ο ισκαριωτης εις των μαθητων αυτου SBL TH WHεἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι, 5Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς; 6Εἶπε δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, #12:6 αλλ ¦ αλλα HF SCRἀλλ᾽ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον #12:6 ειχε και ¦ εχων CTεἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζεν. 7Εἶπεν οὖν ὁ Ἰησοῦς, Ἄφες αὐτήν· #12:7 εις ¦ ινα εις CTεἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου #12:7 τετηρηκεν ¦ τηρηση CTτετήρηκεν αὐτό. 8Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
9Ἔγνω οὖν #12:9 οχλος ¦ ο οχλος NA TH WHὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι· καὶ #12:9 ηλθον ¦ ηλθαν WHἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. 10Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν· 11ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
12Τῇ ἐπαύριον #12:12 οχλος ¦ ο οχλος NA SBL WHὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται #12:12 ιησους ¦ ο ιησους NA PCK SBL TH TRἸησοῦς εἰς Ἱεροσόλυμα, 13ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς #12:13 υπαντησιν ¦ απαντησιν PCKὑπάντησιν αὐτῷ, καὶ #12:13 εκραζον ¦ εκραυγαζον CTἔκραζον,
Ὡσαννά·
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου,
# 12:13 βασιλευς ¦ ο βασιλευς TR ¦ και ο βασιλευς CT βασιλεὺς τοῦ Ἰσραήλ.
14Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ᾽ #12:14 αυτο ¦ αυτω PCKαὐτό, καθώς ἐστι γεγραμμένον,
15Μὴ φοβοῦ, #12:15 θυγατερ ¦ θυγατηρ CTθύγατερ #12:15 σιων ¦ σειων THΣιών·
ἰδού, ὁ βασιλεύς σου ἔρχεται,
καθήμενος ἐπὶ πῶλον ὄνου.
16Ταῦτα #12:16 δε ¦ --- CTδὲ οὐκ ἔγνωσαν #12:16 οι μαθηται αυτου ¦ αυτου οι μαθηται CTοἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον· ἀλλ᾽ ὅτε ἐδοξάσθη #12:16 ιησους ¦ ο ιησους ANT BYZ HF PCK TRἸησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾽ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι #12:18 ηκουσε ¦ ηκουσαν ANT CTἤκουσε τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19Οἱ οὖν Φαρισαῖοι #12:19 ειπον ¦ ειπαν CTεἶπον πρὸς ἑαυτούς, Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
20Ἦσαν δέ #12:20 τινες ελληνες ¦ ελληνες τινες CTτινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· 21οὗτοι οὖν #12:21 προσηλθον ¦ προσηλθαν WHπροσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22Ἔρχεται #12:22 φιλιππος ¦ ο φιλιππος CTΦίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· #12:22 και παλιν ¦ ερχεται CTκαὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος #12:22 λεγουσι ¦ και λεγουσιν CTλέγουσι τῷ Ἰησοῦ. 23Ὁ δὲ Ἰησοῦς #12:23 απεκρινατο ¦ αποκρινεται CTἀπεκρίνατο αὐτοῖς λέγων, Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ #12:25 απολεσει ¦ απολλυει CTἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26Ἐὰν ἐμοὶ #12:26 διακονη τις ¦ τις διακονη CTδιακονῇ τις, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· #12:26 και ¦ --- CTκαὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.
27Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. 29Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον, Ἄγγελος αὐτῷ λελάληκεν. 30Ἀπεκρίθη #12:30 ιησους και ειπεν ¦ ο ιησους και ειπεν ANT BYZ HF TR ¦ και ειπεν ιησους WHἸησοῦς καὶ εἶπεν, Οὐ δι᾽ ἐμὲ #12:30 αυτη η φωνη ¦ η φωνη αυτη CTαὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾽ ὑμᾶς. 31Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. 32Κἀγὼ #12:32 εαν ¦ αν WHἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33Τοῦτο δὲ ἔλεγε, σημαίνων ποίῳ θανάτῳ #12:33 εμελλεν ¦ ημελλεν ANT CT PCK TRἔμελλεν ἀποθνῄσκειν. 34#12:34 απεκριθη ¦ απεκριθη ουν CTἈπεκρίθη αὐτῷ ὁ ὄχλος, Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς #12:34 συ λεγεις ¦ συ λεγεις οτι TR ¦ λεγεις συ οτι CTσὺ λέγεις, Δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἔτι μικρὸν χρόνον τὸ φῶς #12:35 μεθ υμων ¦ εν υμιν CTμεθ᾽ ὑμῶν ἐστι. Περιπατεῖτε #12:35 εως ¦ ως CTἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. 36#12:36 εως ¦ ως CTἝως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.
Ταῦτα ἐλάλησεν #12:36 ο ¦ --- CTὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν. 37Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν· 38ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπε,
Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;
Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;
39Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἠσαΐας,
40Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμούς,
καὶ #12:40 πεπωρωκεν ¦ επωρωσεν CTπεπώρωκεν αὐτῶν τὴν καρδίαν·
ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς,
καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ #12:40 επιστραφωσι ¦ στραφωσι CTἐπιστραφῶσι,
καὶ #12:40 ιασωμαι ¦ ιασομαι ANT BYZ CTἰάσωμαι αὐτούς.
41Ταῦτα εἶπεν Ἠσαΐας, #12:41 οτε ¦ οτι CTὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ. 42Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. 43Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.
44Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν, Ὁ πιστεύων εἰς ἐμέ, οὐ πιστεύει εἰς ἐμέ, #12:44 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ εἰς τὸν πέμψαντά με· 45καὶ ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με. 46Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμέ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ #12:47 πιστευση ¦ φυλαξη CTπιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον. 48Ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 49Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα· ἀλλ᾽ ὁ πέμψας με πατήρ, αὐτός μοι ἐντολὴν #12:49 εδωκε ¦ δεδωκε CTἔδωκε, τί εἴπω καὶ τί λαλήσω. 50Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν #12:50 λαλω εγω ¦ εγω λαλω CTλαλῶ ἐγώ, καθὼς εἴρηκέ μοι ὁ πατήρ, οὕτω λαλῶ.
Currently Selected:
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12: TCGNT
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain

: