1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35
Byzantine Textform 2018
Εἶπεν δὲ αὐτοῖς ὁ Ἰησοῦς, Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς• ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ• καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε.
Compara
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:63
Τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν• τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:63
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:27
Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει• τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν, ὁ θεός.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:27
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40
Τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:29
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:29
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:37
Πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει• καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:37
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:68
Ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:68
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51
Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς• ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:44
Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:44
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:33
Ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:33
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:48
Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:48
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:11-12
Ἔλαβεν δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας διέδωκεν τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις• ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ, Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:11-12
13
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:19-20
Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον• καὶ ἐφοβήθησαν. Ὁ δὲ λέγει αὐτοῖς, Ἐγώ εἰμι• μὴ φοβεῖσθε.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:19-20
Inici
La Bíblia
Plans
Vídeos