1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:5
Text-Critical Greek New Testament
Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ὁ μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
Sammenlign
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:5
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:4
Μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε.
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:4
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:7
Ἐὰν μείνητε ἐν ἐμοί, καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσεσθε, καὶ γενήσεται ὑμῖν.
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:7
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:16
Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς, ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν.
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:16
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:13
Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:13
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:2
Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ.
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:2
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:12
Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς.
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:12
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:8
Ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε· καὶ γενήσεσθε ἐμοὶ μαθηταί.
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:8
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:1
Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι.
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:1
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:6
Ἐὰν μή τις μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα, καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται.
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:6
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:11
Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:11
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:10
Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:10
13
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:17
Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:17
14
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:19
Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
Udforsk ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:19
Hjem
Bibel
Læseplaner
Videoer