1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
השווה
חקרו ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:5
ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε·
חקרו ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:5
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:17-18
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾽ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
חקרו ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:17-18
בית
כתבי הקודש
תוכניות
קטעי וידאו