1
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38
Byzantine Textform 2018
Byz18
δίδοτε, καὶ δοθήσεται ὑμῖν• μέτρον καλόν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.
Bera saman
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45
Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν• ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:35
Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες• καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου• ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 6:35
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36
Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37
Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε• ἀπολύετε, καὶ ἀπολυθήσεσθε•
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:27-28
¶ Ἀλλ' ὑμῖν λέγω τοῖς ἀκούουσιν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 6:27-28
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:31
Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 6:31
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:29-30
Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην• καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. Παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου• καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 6:29-30
9
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:43
Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν• οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 6:43
10
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:44
Ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσιν σταφυλήν.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 6:44