1
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:15
Byzantine Textform 2018
Byz18
Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσιν, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
Bera saman
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 8:15
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:14
Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 8:14
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:13
Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσιν, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 8:13
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:25
Εἶπεν δὲ αὐτοῖς, Ποῦ ἐστιν ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 8:25
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:12
Οἱ δὲ παρὰ τὴν ὁδὸν εἰσὶν οἱ ἀκούοντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 8:12
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:17
Οὐ γάρ ἐστιν κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται• οὐδὲ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 8:17
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47-48
Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν, καὶ προσπεσοῦσα αὐτῷ, δι' ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ, Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέν σε• πορεύου εἰς εἰρήνην.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47-48
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:24
Προσελθόντες δὲ διήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Ὁ δὲ ἐγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος• καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
Njòttu ΚΑΤΑ ΛΟΥΚΑΝ 8:24