ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12

12
1Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. 2Οἱ δὲ Φαρισαῖοι ἰδόντες #12:2 ειπον ¦ ειπαν CTεἶπον αὐτῷ, Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ. 3Ὁ δὲ εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε τί ἐποίησε #12:3 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ, ὅτε ἐπείνασεν #12:3 αυτος ¦ --- CTαὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ· 4πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως #12:4 εφαγεν ¦ εφαγον NA SBL WHἔφαγεν, #12:4 ους ¦ ο CTοὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ #12:4 τοις ιερευσι μονοις ¦ μονοις τοις ιερευσιν ANTτοῖς ἱερεῦσι μόνοις; 5Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι; 6Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ #12:6 μειζον ¦ μειζων TRμεῖζόν ἐστιν ὧδε. 7Εἰ δὲ ἐγνώκειτε τί ἐστιν, #12:7 ελεον ¦ ελεος CTἜλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. 8Κύριος γάρ ἐστι #12:8 του σαββατου ο υιος του ανθρωπου ¦ και του σαββατου ο υιος του ανθρωπου TR ¦ ο υιος του ανθρωπου και του σαββατου ANTτοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
9Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν. 10Καὶ ἰδού, ἄνθρωπος #12:10 ην ¦ ην εκει ANT ¦ --- CTἦν #12:10 την ¦ --- CTτὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Εἰ ἔξεστι τοῖς σάββασι #12:10 θεραπευειν ¦ θεραπευσαι NAθεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ. 11Ὁ δὲ εἶπεν αὐτοῖς, Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; 12Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. Ὥστε ἔξεστι τοῖς σάββασι καλῶς ποιεῖν. 13Τότε λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον #12:13 την χειρα σου ¦ σου την χειρα ANT CTτὴν χεῖρά σου. Καὶ ἐξέτεινε, καὶ #12:13 αποκατεσταθη ¦ απεκατεσταθη CTἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη. 14#12:14 οι δε φαρισαιοι συμβουλιον ελαβον κατ αυτου εξελθοντες ¦ εξελθοντες δε οι φαρισαιοι συμβουλιον ελαβον κατ αυτου ANT CTΟἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ἐξελθόντες, ὅπως αὐτὸν ἀπολέσωσιν.
15Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ #12:15 οχλοι 97.1% ¦ --- SBL WH 0.3%ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς #12:15 παντας ¦ απαντας PCKπάντας, 16καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν #12:16 αυτον ποιησωσιν ¦ ποιησωσιν αυτον ANTαὐτὸν ποιήσωσιν· 17#12:17 οπως ¦ ινα CTὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,
18Ἰδού, ὁ παῖς μου ὃν ᾑρέτισα·
ὁ ἀγαπητός μου #12:18 εις ¦ --- WHεἰς ὃν εὐδόκησεν ἡ ψυχή μου·
θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν,
καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
19Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει·
οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
20Κάλαμον συντετριμμένον οὐ κατεάξει,
καὶ λίνον τυφόμενον οὐ σβέσει·
ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
21Καὶ #12:21 τω ¦ εν τω TRτῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.
22Τότε #12:22 προσηνεχθη αυτω δαιμονιζομενος τυφλος και κωφος ¦ προσηνεγκαν αυτω δαιμονιζομενον τυφλον και κωφον WHπροσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός· καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν #12:22 τυφλον και ¦ --- CTτυφλὸν καὶ κωφὸν #12:22 και ¦ --- CT PCKκαὶ λαλεῖν καὶ βλέπειν. 23Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, Μήτι οὗτός ἐστιν ὁ #12:23 υιος ¦ χριστος ο υιος ANT PCKυἱὸς #12:23 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ; 24Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν #12:24 τω ¦ --- PCKτῷ #12:24 βεελζεβουλ ¦ βεεζεβουλ WHΒεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. 25Εἰδὼς δὲ #12:25 ο ιησους ¦ --- CTὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ #12:25 εαυτης ¦ εαυτην ANTἑαυτῆς ἐρημοῦται· καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ #12:25 εαυτης ¦ εαυτην ANTἑαυτῆς οὐ σταθήσεται. 26Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; 27Καὶ εἰ ἐγὼ ἐν #12:27 βεελζεβουλ ¦ βεεζεβουλ WHΒεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι #12:27 εκβαλλουσι ¦ εκβαλουσι ANTἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ #12:27 υμων εσονται κριται ¦ κριται εσονται υμων ANT CTὑμῶν ἔσονται κριταί. 28Εἰ δὲ #12:28 εν πνευματι θεου εγω ¦ εγω εν πνευματι θεου ANT PCK TRἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 29Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ #12:29 διαρπασαι ¦ αρπασαι ANT CTδιαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; Καὶ τότε τὴν οἰκίαν αὐτοῦ #12:29 διαρπασει ¦ διαρπαση PCKδιαρπάσει. 30Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει. 31Διὰ τοῦτο λέγω ὑμῖν, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται #12:31 τοις ανθρωποις ¦ --- CTτοῖς ἀνθρώποις. 32Καὶ ὃς #12:32 εαν ¦ αν TRἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν #12:32 τω νυν ¦ τουτω τω CT TRτῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
33Ἢ ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. 34Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. 35Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ #12:35 θησαυρου ¦ θησαυρου της καρδιας TRθησαυροῦ ἐκβάλλει #12:35 αγαθα ¦ τα αγαθα TRἀγαθά· καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά. 36Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργόν, ὃ #12:36 εαν λαλησωσιν 96.2% ¦ λαλησουσιν CT 0.3%ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. 37Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
38Τότε #12:38 απεκριθησαν ¦ απεκριθησαν αυτω CTἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες, Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. 39Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. 40Ὥσπερ γὰρ #12:40 ην ¦ εγενετο ANTἦν #12:40 ιωνας ¦ ιωνας ο προφητης ANTἸωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται #12:40 ο ¦ και ο ANTὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 41Ἄνδρες #12:41 νινευιται ¦ νινευειται TH WHΝινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε. 42Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν #12:42 σολομωνος ¦ σολομωντος TRΣολομῶνος· καὶ ἰδού, πλεῖον #12:42 σολομωνος ¦ σολομωντος TRΣολομῶνος ὧδε.
43Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. 44Τότε λέγει, #12:44 επιστρεψω εις τον οικον μου ¦ εις τον οικον μου επιστρεψω ANT CTἘπιστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν εὑρίσκει #12:44 σχολαζοντα ¦ σχολαζοντα και ANT WHσχολάζοντα, σεσαρωμένον καὶ κεκοσμημένον. 45Τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ #12:45 ταυτη τη πονηρα ¦ τη πονηρα ταυτη ANTταύτῃ τῇ πονηρᾷ.
46Ἔτι #12:46 δε ¦ --- NA TH WHδὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδού, ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ #12:46 ειστηκεισαν ¦ ιστηκεισαν TH WHεἱστήκεισαν ἔξω, ζητοῦντες #12:46 αυτω λαλησαι ¦ λαλησαι αυτω ANTαὐτῷ λαλῆσαι. 47#12:47 ειπε … σου εξω εστηκασι ζητουντες σοι λαλησαι ¦ ειπε … σου εστηκασιν εξω ζητουντες σε ιδειν ANT ¦ --- WHΕἶπε δέ τις αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι, ζητοῦντές σοι λαλῆσαι. 48Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ #12:48 ειποντι ¦ λεγοντι ANT CTεἰπόντι αὐτῷ, Τίς ἐστιν ἡ μήτηρ μου; Καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; 49Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ #12:49 ειπεν ¦ εφη ANTεἶπεν, Ἰδού, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. 50Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.

ハイライト

シェア

コピー

None

すべてのデバイスで、ハイライト箇所を保存したいですか? サインアップまたはサインインしてください。