ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5
5
1Ἰδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, #5:1 προσηλθον ¦ προσηλθαν CTπροσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· 2καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτούς, λέγων,
3Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι·
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
4Μακάριοι οἱ πενθοῦντες·
ὅτι αὐτοὶ παρακληθήσονται.
5Μακάριοι οἱ πρᾳεῖς·
ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
6Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην·
ὅτι αὐτοὶ χορτασθήσονται.
7Μακάριοι οἱ ἐλεήμονες·
ὅτι αὐτοὶ ἐλεηθήσονται.
8Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ·
ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
9Μακάριοι οἱ εἰρηνοποιοί·
ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
10Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης·
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
11Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν #5:11 ρημα 96.5% ¦ --- CT 0.1%ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. 12Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
13Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ #5:13 βληθηναι εξω και ¦ βληθεν εξω CTβληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
14Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 16Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
17Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 18Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία #5:18 κεραια ¦ κερεα WHκεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. 19Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 20Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ #5:20 η δικαιοσυνη υμων ¦ υμων η δικαιοσυνη CTἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
21Ἠκούσατε ὅτι #5:21 ερρεθη ¦ ερρηθη THἐρρέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει· 22ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ #5:22 εικη 95.4% ¦ --- CT 1.9%εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. 23Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, #5:23 και εκει ¦ κακει ANT CT TRκαὶ ἐκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, 24ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. 25Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ #5:25 εν τη οδω μετ αυτου ¦ μετ αυτου εν τη οδω CTἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτής #5:25 σε παραδω ¦ --- CTσε παραδῷ τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ. 26Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως #5:26 αν ¦ ου ANTἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
27Ἠκούσατε ὅτι #5:27 ερρεθη ¦ ερρεθη τοις αρχαιοις ANT TR ¦ ερρηθη THἐρρέθη, Οὐ μοιχεύσεις· 28ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι #5:28 αυτην ¦ αυτης TRαὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 29Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. 30Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου #5:30 βληθη εις γεενναν ¦ εις γεενναν απελθη CTβληθῇ εἰς γέενναν.
31 # 5:31 ερρεθη ¦ ερρηθη TH Ἐρρέθη #5:31 δε ¦ --- PCKδὲ #5:31 οτι ¦ --- ANT CTὅτι Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον· 32ἐγὼ δὲ λέγω ὑμῖν ὅτι #5:32 ος αν απολυση ¦ πας ο απολυων CTὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν #5:32 μοιχασθαι ¦ μοιχευθηναι CTμοιχᾶσθαι· καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.
33Πάλιν ἠκούσατε ὅτι #5:33 ερρεθη ¦ ερρηθη THἐρρέθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου· 34ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ· 35μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως· 36μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν #5:36 η μελαιναν ποιησαι ¦ ποιησαι η μελαιναν CTἢ μέλαιναν ποιῆσαι. 37Ἔστω δὲ ὁ λόγος ὑμῶν, ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
38Ἠκούσατε ὅτι #5:38 ερρεθη ¦ ερρηθη THἐρρέθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος· 39ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε #5:39 ραπισει επι ¦ ραπιζει εις CTῥαπίσει ἐπὶ τὴν δεξιὰν #5:39 σιαγονα ¦ σου σιαγονα BYZ HF TR ¦ σιαγονα σου NA WHσιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· 40καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· 41καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο. 42Τῷ αἰτοῦντί σε #5:42 διδου ¦ δος CTδίδου· καὶ τὸν θέλοντα ἀπὸ σοῦ #5:42 δανεισασθαι ¦ δανισασθαι CTδανείσασθαι μὴ ἀποστραφῇς.
43Ἠκούσατε ὅτι #5:43 ερρεθη ¦ ερρηθη THἐρρέθη, Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου· 44ἐγὼ δὲ λέγω ὑμῖν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, #5:44 ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τοις μισουσιν υμας 90% ¦ ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τους μισουντας υμας TR 1.2% ¦ --- CT 0.8%εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν #5:44 επηρεαζοντων υμας και 87.6% ¦ --- CT 0.8%ἐπηρεαζόντων ὑμᾶς, καὶ διωκόντων ὑμᾶς· 45ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν #5:45 τοις ¦ --- ANT BYZ CT TRτοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; 47Καὶ ἐὰν ἀσπάσησθε τοὺς #5:47 φιλους ¦ αδελφους CT TRφίλους ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ #5:47 τελωναι ουτω 76.6% ¦ εθνικοι το αυτο CT 3.7%τελῶναι οὕτω ποιοῦσιν; 48Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, #5:48 ωσπερ ¦ ως CTὥσπερ ὁ πατὴρ ὑμῶν ὁ #5:48 εν τοις ουρανοις ¦ ουρανιος CTἐν τοῖς οὐρανοῖς τέλειός ἐστι.
सध्या निवडलेले:
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5: TCGNT
ठळक
सामायिक करा
कॉपी करा
तुमचे हायलाइट तुमच्या सर्व डिव्हाइसेसवर सेव्ह करायचे आहेत? साइन अप किंवा साइन इन

: