1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:34-35
Text-Critical Greek New Testament
Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
Porównaj
Przeglądaj ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:34-35
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:14-15
Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.
Przeglądaj ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:14-15
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:7
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
Przeglądaj ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:7
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:16
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
Przeglądaj ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:16
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:17
Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
Przeglądaj ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:17
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:4-5
ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
Przeglądaj ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:4-5
Strona główna
Biblia
Plany
Nagrania wideo