1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:23
SBL Greek New Testament
ὁ δὲ ἐπὶ τὴν ⸂καλὴν γῆν⸃ σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ⸀συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα.
Uporedi
Istraži ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:23
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:22
ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος ⸀τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
Istraži ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:22
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:19
παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
Istraži ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:19
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:20-21
ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν, οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.
Istraži ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:20-21
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:44
⸀Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ ⸂πωλεῖ πάντα ὅσα ἔχει⸃ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
Istraži ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:44
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:8
ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα.
Istraži ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:8
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:30
ἄφετε συναυξάνεσθαι ἀμφότερα ⸀μέχρι τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον ⸀συναγάγετε εἰς τὴν ἀποθήκην μου.
Istraži ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:30
Početna
Biblija
Planovi
Video zapisi