1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:15-16
Η Ελληνική Καινή Διαθήκη Σύμφωνα με την Οικογένεια 35
Οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Jämför
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:15-16
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:14
Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:14
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:8
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:8
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:6
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:6
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44
Ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:3
«Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:3
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:9
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:9
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:4
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:4
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:10
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:10
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:7
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:7
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:11-12
»Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν, καὶ εἴπωσιν πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:11-12
12
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:5
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:5
13
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:13
Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:13
14
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48
Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὥσπερ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48
15
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:37
Ἔστω δὲ ὁ λόγος ὑμῶν ‹ναὶ ναί,› ‹οὒ οὔ›· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:37
16
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-39
»Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.› Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-39
17
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:29-30
Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν. Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν.
Utforska ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:29-30
Hem
Bibeln
Läsplaner
Videor