ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:25-27
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:25-27 F35
Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα, «Κύριε, βοήθει μοι.» Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.» Ἡ δὲ εἶπεν, «Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.»