1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:46
Scrivener’s Textus Receptus 1894
περὶ δὲ τὴν ἐννάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, Ἠλί, Ἠλί, λαμὰ σαβαχθανί; τοῦτ’ ἔστι, Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες
Compare
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:46
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:51-52
καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω· καὶ ἡ γῆ ἐσείσθη· καὶ αἱ πέτραι ἐσχίσθησαν· καὶ τὰ μνημεῖα ἀνεῴχθησαν· καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη·
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:51-52
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:50
ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα.
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:50
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54
ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες, Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:45
Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐννάτης·
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:45
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:22-23
λέγει αὐτοῖς ὁ Πιλᾶτος, Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες, Σταυρωθήτω. ὁ δὲ ἡγεμὼν ἔφη, Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον, λέγοντες, Σταυρωθήτω.
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:22-23
Home
Bible
Plans
Videos