1
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:13
New Vellas Source Text
NVST
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Compare
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:13
2
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33
Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33
3
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11
ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε, ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ ῞Αγιον.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11
4
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31
5
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32
6
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:7
ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:7
7
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35-37
γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ· μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω· γρηγορεῖτε.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35-37
8
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8
ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί. ἀρχαὶ ὠδίνων ταῦτα.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8
9
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:10
καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:10
10
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:6
πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:6
11
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:9
Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς·
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:9
12
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22
ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22
13
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:24-25
᾿Αλλ᾿ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:24-25