1
ΚΑΤΑ ΜΑΡΚΟΝ 14:36
New Vellas Source Text
NVST
καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο. ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.
Compare
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 14:36
2
ΚΑΤΑ ΜΑΡΚΟΝ 14:38
γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 14:38
3
ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9
ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9
4
ΚΑΤΑ ΜΑΡΚΟΝ 14:34
καὶ λέγειν αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 14:34
5
ΚΑΤΑ ΜΑΡΚΟΝ 14:22
Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ ᾿Ιησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 14:22
6
ΚΑΤΑ ΜΑΡΚΟΝ 14:23-24
καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 14:23-24
7
ΚΑΤΑ ΜΑΡΚΟΝ 14:27
καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα·
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 14:27
8
ΚΑΤΑ ΜΑΡΚΟΝ 14:42
ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 14:42
9
ΚΑΤΑ ΜΑΡΚΟΝ 14:30
καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 14:30