YouVersion Logo
Search Icon

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4

4
1Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ #4:1 ιερεις ¦ αρχιερεις WHἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, 2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν #4:2 των ¦ την εκ CT TRτῶν νεκρῶν. 3Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. 4Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη #4:4 ο ¦ --- WHὁ ἀριθμὸς τῶν ἀνδρῶν #4:4 ωσει ¦ ως NA SBL TH WHὡσεὶ χιλιάδες πέντε.
5Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ #4:5 πρεσβυτερους ¦ τους πρεσβυτερους ANT CTπρεσβυτέρους καὶ #4:5 γραμματεις ¦ τους γραμματεις CTγραμματεῖς #4:5 εις ¦ εν CT PCKεἰς Ἱερουσαλήμ, 6καὶ #4:6 ανναν τον αρχιερεα και καιαφαν και ιωαννην και αλεξανδρον ¦ αννας ο αρχιερευς και καιαφας και ιωαννης και αλεξανδρος CTἌνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. 7Καὶ στήσαντες αὐτοὺς ἐν #4:7 μεσω ¦ τω μεσω ANT ECM* NA SBL TH TR WHμέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; 8Τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι #4:8 του ισραηλ 96.9% ¦ --- CT 1.8%τοῦ Ἰσραήλ, 9εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος #4:9 σεσωσται ¦ σεσωται ECM NAσέσῳσται· 10γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. 11Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν #4:11 οικοδομουντων ¦ οικοδομων CTοἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. 12Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· #4:12 ουτε ¦ ουδε ANT ECM* NA PCK SBL TH WHοὔτε γὰρ ὄνομά #4:12 εστιν ετερον ¦ εστιν ετερον υπο τον ουρανον ANT BYZ ECM* HF NA SBL TH TR WH ¦ ετερον εστιν υπο τον ουρανον ECM* PCKἐστιν ἕτερον τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ #4:13 ιωαννου ¦ ιωανου WHἸωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. 14Τὸν #4:14 δε ¦ τε CTδὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα #4:14 τον ¦ --- PCKτὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. 15Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, #4:15 συνεβαλλον ¦ συνεβαλον TRσυνέβαλλον πρὸς ἀλλήλους, 16λέγοντες, Τί #4:16 ποιησομεν ¦ ποιησωμεν BYZ ECM* HF NA SBL TH WHποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾽ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα #4:16 αρνησασθαι ¦ αρνεισθαι CTἀρνήσασθαι. 17Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, #4:17 απειλη ¦ --- CTἀπειλῇ #4:17 απειλησομεθα ¦ απειλησωμεθα ANT BYZ CT HF PCK TRἀπειλησόμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ #4:17 ανθρωπων ¦ ανθρωπω PCKἀνθρώπων. 18Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν #4:18 αυτοις ¦ --- CTαὐτοῖς #4:18 το ¦ --- WHτὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19Ὁ δὲ Πέτρος καὶ #4:19 ιωαννης ¦ ιωανης WHἸωάννης ἀποκριθέντες #4:19 προς αυτους ειπον ¦ ειπον προς αυτους ECM NA SBL TH ¦ ειπαν προς αυτους WHπρὸς αὐτοὺς εἶπον, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. 20Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ἃ #4:20 ειδομεν ¦ ειδαμεν CTεἴδομεν καὶ #4:20 ηκουσαμεν ¦ α ηκουσαμεν PCKἠκούσαμεν, μὴ λαλεῖν. 21Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς #4:21 κολασονται ¦ κολασωνται ECM* NA SBL TH TR WHκολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι. 22Ἐτῶν γὰρ ἦν πλειόνων #4:22 τεσσαρακοντα ¦ τεσσερακοντα CTτεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν #4:22 εγεγονει ¦ γεγονει ECM NA SBL WHἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ #4:23 απηγγειλαν ¦ ανηγγειλαν PCKἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι #4:23 ειπον ¦ ειπαν CTεἶπον. 24Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεόν, καὶ #4:24 ειπον ¦ ειπαν CTεἶπον, Δέσποτα, σὺ #4:24 ο θεος ¦ --- ANT ECM* NA SBL TH WHὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 25#4:25 δια στοματος δαυιδ (δαβιδ HF) 64% ¦ δια στοματος δαβιδ του TR 24.5% ¦ του πατρος ημων δια πνευματος αγιου στοματος δαυιδ (δαυειδ TH WH) ECM NA SBL 5.2%διὰ στόματος Δαυὶδ παιδός σου εἰπών,
Ἵνα τί ἐφρύαξαν ἔθνη,
καὶ λαοὶ ἐμελέτησαν κενά;
26Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς,
καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·
27συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας #4:27 επι ¦ εν τη πολει ταυτη επι CTἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος #4:27 πιλατος ¦ πειλατος WHΠιλάτος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ, 28ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή #4:28 σου ¦ --- ECM* SBL WHσου προώρισε γενέσθαι. 29Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, 30ἐν τῷ τὴν χεῖρά #4:30 σου ¦ --- WHσου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες #4:31 πνευματος αγιου ¦ του αγιου πνευματος CTΠνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.
32Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν #4:32 η ¦ --- ECM* NA SBL TH WHἡ καρδία καὶ #4:32 η ¦ --- ECM* NA SBL TH WHἡ ψυχὴ μία· καὶ #4:32 ουδε ¦ ουδ SCRοὐδὲ εἷς τι τῶν ὑπαρχόντων #4:32 αυτων ¦ αυτω ANT BYZ CT PCK TRαὐτῶν ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς #4:32 απαντα ¦ παντα SBL WHἅπαντα κοινά. 33Καὶ #4:33 μεγαλη δυναμει ¦ δυναμει μεγαλη ECM* NA PCK SBL TH WHμεγάλῃ δυνάμει ἀπεδίδουν #4:33 το μαρτυριον οι αποστολοι ¦ οι αποστολοι το μαρτυριον PCKτὸ μαρτύριον οἱ ἀπόστολοι #4:33 της αναστασεως του κυριου ιησου 78.4% ¦ του κυριου ιησου της αναστασεως ECM* WH 0.2%τῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. 34Οὐδὲ γὰρ ἐνδεής τις #4:34 υπηρχεν 73.8% ¦ ην CT PCK 24.4%ὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, 35καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· #4:35 διεδιδοτο ¦ διεδιδετο CTδιεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. 36#4:36 ιωσης ¦ ιωσηφ CTἸωσῆς δέ, ὁ ἐπικληθεὶς Βαρνάβας #4:36 απο ¦ υπο TRἀπὸ τῶν ἀποστόλων—ὅ ἐστι, μεθερμηνευόμενον, υἱὸς παρακλήσεως—#4:36 λευιτης ¦ λευειτης WHΛευΐτης, Κύπριος τῷ γένει, 37ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε #4:37 παρα ¦ προς ECM NAπαρὰ τοὺς πόδας τῶν ἀποστόλων.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4