YouVersion Logo
Search Icon

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17

17
1Ταῦτα ἐλάλησεν #17:1 ο ιησους ¦ ιησους CTὁ Ἰησοῦς, καὶ #17:1 επηρε ¦ επαρας CTἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, #17:1 και ¦ --- CTκαὶ εἶπε, Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα #17:1 και ο υιος σου ¦ ο υιος CTκαὶ ὁ υἱός σου δοξάσῃ σε· 2καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, #17:2 δωσει ¦ δωση NA SBL TRδώσει αὐτοῖς ζωὴν αἰώνιον. 3Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. 4Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον #17:4 ετελειωσα ¦ τελειωσας CTἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω. 5Καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
6Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς #17:6 δεδωκας ¦ εδωκας CTδέδωκάς μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν, #17:6 και εμοι ¦ καμοι NA SBL WHκαὶ ἐμοὶ αὐτοὺς #17:6 δεδωκας ¦ εδωκας CTδέδωκας· καὶ τὸν λόγον σου #17:6 τετηρηκασι ¦ τετηρηκαν CTτετηρήκασι. 7Νῦν ἔγνωκαν ὅτι πάντα ὅσα #17:7 δεδωκας ¦ εδωκας WHδέδωκάς μοι, παρὰ σοῦ #17:7 εστιν ¦ εισιν CTἐστιν· 8ὅτι τὰ ῥήματα ἃ #17:8 δεδωκας ¦ εδωκας CTδέδωκάς μοι, δέδωκα αὐτοῖς· καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. 9Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι· 10καὶ τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ #17:11 ουτοι ¦ αυτοι NA SBL WHοὗτοι ἐν τῷ κόσμῳ εἰσί, #17:11 και εγω ¦ καγω CTκαὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, #17:11 ω ¦ ους TRᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἕν, καθὼς #17:11 ημεις ¦ και ημεις THἡμεῖς. 12Ὅτε ἤμην μετ᾽ αὐτῶν #17:12 εν τω κοσμω ¦ --- CTἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· #17:12 ους ¦ ω CTοὓς δέδωκάς μοι, #17:12 εφυλαξα ¦ και εφυλαξα CTἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. 13Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν #17:13 αυτοις ¦ εαυτοις CTαὐτοῖς. 14Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 15Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾽ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16Ἐκ τοῦ κόσμου οὐκ εἰσί, καθὼς ἐγὼ #17:16 εκ του κοσμου ουκ ειμι ¦ ουκ ειμι εκ του κοσμου CTἐκ τοῦ κόσμου οὐκ εἰμί. 17Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ #17:17 σου ¦ --- CTσου· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι. 18Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον. 19Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα #17:19 και αυτοι ωσιν ¦ ωσι και αυτοι CTκαὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ.
20Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν #17:20 πιστευοντων ¦ πιστευσοντων TRπιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· 21ἵνα πάντες ἓν ὦσι· καθὼς σύ, #17:21 πατερ ¦ πατηρ WHπάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν #17:21 εν ¦ --- NA SBL WHἓν ὦσιν· ἵνα ὁ κόσμος #17:21 πιστευση ¦ πιστευη CTπιστεύσῃ ὅτι σύ με ἀπέστειλας. 22#17:22 και εγω ¦ καγω CTΚαὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν #17:22 εσμεν ¦ --- CTἐσμεν. 23Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν, #17:23 και ¦ --- CTκαὶ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας, καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας. 24#17:24 πατερ ¦ πατηρ WHΠάτερ, #17:24 ους ¦ ο CTοὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ᾽ ἐμοῦ· ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν ἣν #17:24 εδωκας ¦ δεδωκας ANT BYZ NA PCK SBL WHἔδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. 25#17:25 πατερ ¦ πατηρ WHΠάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας· 26καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω· ἵνα ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in