YouVersion Logo
Search Icon

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16

16
1Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. 2Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ὀψίας γενομένης λέγετε, Εὐδία· πυρράζει γὰρ ὁ οὐρανός. 3Καὶ πρωΐ, Σήμερον χειμών· πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. #16:3 υποκριται ¦ --- CTὙποκριταί, τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ #16:3 δυνασθε ¦ δυνασθε γνωναι ANTδύνασθε; 4Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ #16:4 του προφητου ¦ --- CTτοῦ προφήτου. Καὶ καταλιπὼν αὐτούς, ἀπῆλθε.
5Καὶ ἐλθόντες οἱ μαθηταὶ #16:5 αυτου ¦ --- CTαὐτοῦ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. 6Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 7Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς, λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. 8Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν #16:8 αυτοις ¦ --- CTαὐτοῖς, Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ #16:8 ελαβετε 97.4% ¦ εχετε NA TH WH 1.7%ἐλάβετε; 9Οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε; 10Οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας #16:10 σπυριδας ¦ σφυριδας WHσπυρίδας ἐλάβετε; 11Πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ #16:11 αρτου ¦ αρτων CTἄρτου εἶπον ὑμῖν #16:11 προσεχειν ¦ προσεχετε δε CTπροσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; 12Τότε συνῆκαν ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῆς ζύμης #16:12 του αρτου 93.2% ¦ των αρτων CT 1.2%τοῦ ἄρτου, #16:12 αλλα ¦ αλλ ANT NA28 TRἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
13Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη #16:13 καισαρειας ¦ καισαριας WHΚαισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων, Τίνα #16:13 με ¦ --- CTμε λέγουσιν οἱ ἄνθρωποι εἶναι, τὸν υἱὸν τοῦ ἀνθρώπου; 14Οἱ δὲ #16:14 ειπον ¦ ειπαν NA SBL WHεἶπον, Οἱ μὲν #16:14 ιωαννην ¦ ιωανην WHἸωάννην τὸν βαπτιστήν· ἄλλοι δὲ #16:14 ηλιαν ¦ ηλειαν WHἨλίαν· ἕτεροι δὲ Ἰερεμίαν, ἢ ἕνα τῶν προφητῶν. 15Λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε, Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. 17#16:17 και αποκριθεις ¦ αποκριθεις δε CTΚαὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. 18Κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς. 19#16:19 και ¦ --- CTΚαὶ δώσω σοι τὰς #16:19 κλεις ¦ κλειδας CTκλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. 20Τότε #16:20 διεστειλατο ¦ επετιμησε WHδιεστείλατο τοῖς μαθηταῖς #16:20 αυτου ¦ --- CTαὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν #16:20 ιησους ¦ --- CT PCKἸησοῦς ὁ Χριστός.
21Ἀπὸ τότε ἤρξατο #16:21 ο ιησους ¦ ιησους χριστος WHὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν #16:21 απελθειν εις ιεροσολυμα ¦ εις ιεροσολυμα απελθειν CTἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ λέγων, #16:22 ιλεως ¦ ειλεως THἽλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23Ὁ δὲ στραφεὶς εἶπε τῷ Πέτρῳ, Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν #16:23 μου ει ¦ ει εμου CTμου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
24Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 25Ὃς γὰρ #16:25 αν ¦ εαν CTἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν· 26τί γὰρ #16:26 ωφελειται ¦ ωφεληθησεται CTὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28Ἀμὴν λέγω #16:28 υμιν ¦ υμιν οτι CTὑμῖν, εἰσί τινες #16:28 ωδε εστωτες ¦ των ωδε εστηκοτων ANT TR ¦ των ωδε εστωτων CTὧδε ἑστῶτες, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16