ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25
25
1Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας #25:1 αυτων ¦ εαυτων CTαὐτῶν ἐξῆλθον εἰς #25:1 απαντησιν ¦ υπαντησιν CTἀπάντησιν τοῦ νυμφίου. 2Πέντε δὲ #25:2 ησαν εξ αυτων ¦ εξ αυτων ησαν CTἦσαν ἐξ αὐτῶν #25:2 φρονιμοι και αι πεντε μωραι ¦ μωραι και πεντε φρονιμοι CTφρόνιμοι, καὶ αἱ πέντε μωραί. 3#25:3 αιτινες ¦ αι γαρ CTΑἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας #25:3 αυτων ¦ εαυτων ANT TRαὐτῶν, οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον· 4αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις #25:4 αυτων ¦ --- CTαὐτῶν μετὰ τῶν λαμπάδων #25:4 αυτων ¦ εαυτων NA SBL WHαὐτῶν. 5Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. 6Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, Ἰδού, ὁ νυμφίος #25:6 ερχεται ¦ --- CTἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν #25:6 αυτου ¦ --- WHαὐτοῦ. 7Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας #25:7 αυτων ¦ εαυτων CTαὐτῶν. 8Αἱ δὲ μωραὶ ταῖς φρονίμοις #25:8 ειπον ¦ ειπαν CTεἶπον, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. 9Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι, Μήποτε #25:9 ουκ ¦ ου μη CTοὐκ #25:9 αρκεση ¦ αρκεσει ANTἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε #25:9 δε ¦ --- CTδὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. 11Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι, Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. 12Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 13Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, #25:13 εν η ο υιος του ανθρωπου ερχεται 89.3% ¦ --- CT 10.4%ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
14Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ· 15καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν· καὶ ἀπεδήμησεν εὐθέως. 16Πορευθεὶς #25:16 δε ¦ --- CTδὲ ὁ τὰ πέντε τάλαντα λαβὼν #25:16 ειργασατο ¦ ηργασατο CTεἰργάσατο ἐν αὐτοῖς, καὶ #25:16 εποιησεν ¦ εκερδησεν CTἐποίησεν ἄλλα πέντε #25:16 ταλαντα ¦ --- CTτάλαντα. 17Ὡσαύτως #25:17 και ¦ --- NA SBL WHκαὶ ὁ τὰ δύο ἐκέρδησε #25:17 και αυτος ¦ --- CTκαὶ αὐτὸς ἄλλα δύο. 18Ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν #25:18 εν τη γη ¦ γην CTἐν τῇ γῇ, καὶ #25:18 απεκρυψε ¦ εκρυψε CTἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
19Μετὰ δὲ #25:19 χρονον πολυν ¦ πολυν χρονον CTχρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει #25:19 μετ αυτων λογον ¦ λογον μετ αυτων CTμετ᾽ αὐτῶν λόγον. 20Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα #25:20 επ αυτοις ¦ --- CTἐπ᾽ αὐτοῖς. 21Ἔφη #25:21 δε ¦ --- ANT CTδὲ αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22Προσελθὼν #25:22 δε ¦ --- WHδὲ καὶ ὁ τὰ δύο τάλαντα #25:22 λαβων ¦ --- CTλαβὼν εἶπε, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα #25:22 επ αυτοις ¦ --- CTἐπ᾽ αὐτοῖς. 23Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε, Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25καὶ φοβηθείς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν. 26Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα· 27ἔδει #25:27 ουν σε ¦ σε ουν CTοὖν σε βαλεῖν #25:27 το αργυριον ¦ τα αργυρια CTτὸ ἀργύριόν μου τοῖς #25:27 τραπεζιταις ¦ τραπεζειταις TH WHτραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28Ἄρατε οὖν ἀπ᾽ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. 29Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· #25:29 απο δε του ¦ του δε CTἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ #25:29 εχει ¦ δοκει εχειν PCKἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. 30Καὶ τὸν ἀχρεῖον δοῦλον #25:30 εκβαλετε ¦ εκβαλλετε TRἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
31Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ #25:31 αγιοι ¦ --- CTἅγιοι ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, 32καὶ #25:32 συναχθησεται ¦ συναχθησονται CT PCKσυναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ #25:32 αφοριει ¦ αφορισει NA SBL WHἀφοριεῖ αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· 33καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 35Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· 36γυμνός, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ #25:36 ηλθετε ¦ ηλθατε CTἤλθετε πρός με. 37Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες, Κύριε, πότε σὲ #25:37 ειδομεν ¦ ειδαμεν WHεἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; Ἢ διψῶντα, καὶ ἐποτίσαμεν; 38Πότε δέ σε #25:38 ειδομεν ¦ ειδαμεν WHεἴδομεν ξένον, καὶ συνηγάγομεν; Ἢ γυμνόν, καὶ περιεβάλομεν; 39Πότε δέ σε εἴδομεν #25:39 ασθενη ¦ ασθενουντα CTἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε; 40Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
41Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ᾽ ἐμοῦ, #25:41 οι ¦ --- TH WHοἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· #25:42 εδιψησα ¦ και εδιψησα WHἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· 43ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνός, καὶ οὐ περιεβάλετέ με· ἀσθενής, καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. 44Τότε #25:44 αποκριθησονται ¦ αποκριθησονται αυτω ANT TRἀποκριθήσονται καὶ αὐτοί, λέγοντες, Κύριε, πότε σὲ εἴδομεν πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἢ γυμνόν, ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι; 45Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων, Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Currently Selected:
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25: TCGNT
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain