ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14
14
1Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. 2Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν #14:2 υμιν ¦ υμιν οτι CTὑμῖν· Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. 3Καὶ ἐὰν πορευθῶ, #14:3 ετοιμασω ¦ και ετοιμασω ANT BYZ CT HF PCK TR ¦ ετοιμασαι BYZἑτοιμάσω #14:3 υμιν τοπον ¦ τοπον υμιν CTὑμῖν τόπον· πάλιν ἔρχομαι καὶ #14:3 παραληψομαι ¦ παραλημψομαι CTπαραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. 4Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, #14:4 και την οδον οιδατε ¦ την οδον CTκαὶ τὴν ὁδὸν οἴδατε. 5Λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· #14:5 και ¦ --- CTκαὶ πῶς #14:5 δυναμεθα την οδον ειδεναι ¦ οιδαμεν την οδον WHδυνάμεθα τὴν ὁδὸν εἰδέναι; 6Λέγει αὐτῷ #14:6 ο ¦ --- WHὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ. 7Εἰ #14:7 εγνωκειτε ¦ εγνωκατε NAἐγνώκειτέ με, καὶ τὸν πατέρα μου #14:7 εγνωκειτε αν ¦ γνωσεσθε NA ¦ αν ηδειτε SBL TH WHἐγνώκειτε ἄν· #14:7 και ¦ --- SBL TH WHκαὶ ἀπ᾽ ἄρτι #14:7 γινωσκετε ¦ γεινωσκετε THγινώσκετε αὐτόν, καὶ ἑωράκατε #14:7 αυτον ¦ --- WHαὐτόν.
8Λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. 9Λέγει αὐτῷ ὁ Ἰησοῦς, #14:9 τοσουτον χρονον ¦ τοσουτω χρονω NA SBLΤοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα· #14:9 και ¦ --- CTκαὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα; 10Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ ἐγὼ #14:10 λαλω ¦ λεγω CTλαλῶ ὑμῖν, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ #14:10 ο ¦ --- CTὁ ἐν ἐμοὶ μένων, #14:10 αυτος ¦ --- CTαὐτὸς ποιεῖ τὰ #14:10 εργα ¦ εργα αυτου CTἔργα. 11Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ #14:11 μοι ¦ --- CTμοι. 12Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν πατέρα #14:12 μου ¦ --- CTμου πορεύομαι. 13Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ. 14Ἐάν τι αἰτήσητέ #14:14 με ¦ --- ANT BYZ HF PCK TRμε ἐν τῷ ὀνόματί μου, #14:14 εγω ¦ τουτο WHἐγὼ ποιήσω.
15Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς #14:15 τηρησατε ¦ τηρησετε CTτηρήσατε. 16#14:16 και εγω ¦ καγω CTΚαὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα #14:16 μενη μεθ υμων εις τον αιωνα ¦ μεθ υμων εις τον αιωνα η NA TH ¦ η μεθ υμων εις τον αιωνα SBL WHμένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα, 17τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ #14:17 γινωσκει ¦ γεινωσκει THγινώσκει #14:17 αυτο ¦ --- CTαὐτό. Ὑμεῖς #14:17 δε ¦ --- CTδὲ #14:17 γινωσκετε ¦ γεινωσκετε THγινώσκετε αὐτό, ὅτι παρ᾽ ὑμῖν μένει, καὶ ἐν ὑμῖν #14:17 εσται ¦ εστιν WHἔσται.
18Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. 19Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με· ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς #14:19 ζησεσθε ¦ ζησετε CTζήσεσθε. 20Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ #14:20 γνωσεσθε υμεις ¦ υμεις γνωσεσθε WHγνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, #14:20 και εγω ¦ καγω ANT CT HF PCK TRκαὶ ἐγὼ ἐν ὑμῖν. 21Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· #14:21 και εγω ¦ καγω CTκαὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 22Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, Κύριε, #14:22 και ¦ --- SBL TH TR WHκαὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ; 23Ἀπεκρίθη #14:23 ιησους ¦ ο ιησους TRἸησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ #14:23 ποιησομεν ¦ ποιησομεθα CTποιήσομεν. 24Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.
25Ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων. 26Ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον #14:26 υμιν ¦ υμιν εγω NA WHὑμῖν. 27Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω. 28Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι #14:28 ειπον ¦ --- CTεἶπον, Πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ #14:28 μου ¦ --- NA SBL WHμου μείζων μού ἐστι. 29Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι· ἵνα, ὅταν γένηται, πιστεύσητε. 30Οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ #14:30 κοσμου ¦ κοσμου τουτου TRκόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· 31ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς #14:31 ενετειλατο ¦ εντολην εδωκε WHἐνετείλατό μοι ὁ πατήρ, οὕτω ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
Valgt i Øjeblikket:
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14: TCGNT
Markering
Del
Kopiér
Vil du have dine markeringer gemt på tværs af alle dine enheder? Tilmeld dig eller log ind
Public Domain