1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:10
Η Ελληνική Καινή Διαθήκη Σύμφωνα με την Οικογένεια 35
Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν, καὶ περισσὸν ἔχωσιν.
مقایسه
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:10 را جستجو کنید
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11
»Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11 را جستجو کنید
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27
Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27 را جستجو کنید
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28
Κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα· καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28 را جستجو کنید
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:9
Ἐγώ εἰμι ἡ θύρα. Δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:9 را جستجو کنید
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14
»Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14 را جستجو کنید
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29-30
Ὁ Πατήρ μου, ὃς δέδωκέν μοι, μείζων πάντων ἐστίν· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.»
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29-30 را جستجو کنید
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15
Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15 را جستجو کنید
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18
Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾿ ἐμοῦ, ἀλλ᾿ ἐγὼ τίθημι αὐτὴν ἀπ᾿ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου.»
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18 را جستجو کنید
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7
Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7 را جستجو کنید
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12
Ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12 را جستجو کنید
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:1
»Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:1 را جستجو کنید
خانه
كتابمقدس
برنامههای مطالعه
ویدیوها