ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3

3
1Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται #3:1 ιωαννης ¦ ιωανης WHἸωάννης ὁ βαπτιστής, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, 2#3:2 και ¦ --- WHκαὶ λέγων, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. 3Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς #3:3 υπο ¦ δια CTὑπὸ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4Αὐτὸς δὲ ὁ #3:4 ιωαννης ¦ ιωανης WHἸωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ #3:4 αυτου ην ¦ ην αυτου CTαὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. 5Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου· 6καὶ ἐβαπτίζοντο ἐν τῷ #3:6 ιορδανη ¦ ιορδανη ποταμω CTἸορδάνῃ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
7Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα #3:7 αυτου ¦ --- WHαὐτοῦ, εἶπεν αὐτοῖς, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8Ποιήσατε οὖν #3:8 καρπον αξιον ¦ καρπους αξιους TRκαρπὸν ἄξιον τῆς μετανοίας· 9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 10Ἤδη δὲ #3:10 και ¦ --- CTκαὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
11Ἐγὼ μὲν #3:11 βαπτιζω υμας ¦ υμας βαπτιζω CTβαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι #3:11 αγιω ¦ αγιω και πυρι ANT CT TRἉγίῳ. 12Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν #3:13 ιωαννην ¦ ιωανην WHἸωάννην, τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. 14Ὁ δὲ #3:14 ιωαννης ¦ --- WHἸωάννης διεκώλυεν αὐτόν, λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε #3:15 προς αυτον ¦ αυτω WHπρὸς αὐτόν, Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τότε ἀφίησιν αὐτόν. 16#3:16 και βαπτισθεις ¦ βαπτισθεις δε CTΚαὶ βαπτισθεὶς ὁ Ἰησοῦς #3:16 ανεβη ευθυς ¦ ευθυς ανεβη CTἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, #3:16 ανεωχθησαν ¦ ηνεωχθησαν NA SBL WHἀνεῴχθησαν #3:16 αυτω 99.3% ¦ --- SBL WH 0.3%αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε #3:16 το πνευμα του 99.5% ¦ πνευμα SBL WH 0.1%τὸ πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν #3:16 και ¦ --- SBL WHκαὶ ἐρχόμενον ἐπ᾽ αὐτόν. 17Καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Pati Souliye

Pataje

Kopye

None

Ou vle gen souliye ou yo sere sou tout aparèy ou yo? Enskri oswa konekte