Лого на YouVersion
Икона за пребарување

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12

12
Jesus is Lord of the Sabbath
1Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων. Οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. 2Οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον#ειπον f35 D,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ ειπαν ℵB,C [0.5%] NU αὐτῷ, «Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.» 3Ὁ δὲ εἶπεν αὐτοῖς· «Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν, αὐτὸς#αυτος f35 [90%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,D,N,W [10%] NU καὶ οἱ μετ᾿ αὐτοῦ, 4πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν,#εφαγεν f35 C,D,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ εφαγον ℵB [0.5%] NU οὓς#ους f35 ℵC,N [99%] RP,HF,OC,CP,TR ¦ ο B,D,W [1%] NU οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ᾿ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;#τοις ιερευσιν μονοις rell ¦ ∼ 312 [1%] OC 5Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν; 6Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν#μειζον rell ¦ μειζων N [10%] TR ¦ μειζοων C ἐστιν ὧδε. 7Εἰ δὲ ἐγνώκειτε τί ἐστιν, ‹Ἔλεον#ελεον f35 W [98.5%] RP,HF,OC,CP,TR ¦ ελεος ℵB,C,D,N [1.5%] NU θέλω καὶ οὐ θυσίαν,› οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. 8Κύριος γάρ ἐστιν#εστιν rell ¦ 1 και [10%] TR τοῦ σαββάτου ὁ Υἱὸς τοῦ Ἀνθρώπου.»#του σαββατου ο υιος του ανθρωπου rell ¦ ∼ 3456 και 12 OC
Jesus heals on the Sabbath
9Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν. 10Καὶ ἰδού, ἄνθρωπος ἦν#ην f35 [80%] RP,HF,CP,TR ¦ --- ℵB,C,W [0.5%] NU ¦ 1 εκει D,N [20%] OC τὴν#την f35 D [97%] RP,HF,OC,CP,TR ¦ ∼ εχων 1 N [2%] ¦ --- ℵB,C,W [1%] NU χεῖρα ἔχων ξηράν. Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, «Εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεύειν;»#θεραπευειν f35 B,C,N [99.5%] RP,HF,OC,CP,TR ¦ θεραπευσαι ℵD,W [0.5%] NU—ἵνα κατηγορήσωσιν αὐτοῦ. 11Ὁ δὲ εἶπεν αὐτοῖς· «Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; 12Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. Ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.» 13Τότε λέγει τῷ ἀνθρώπῳ,#ανθρωπω rell ¦ 1 τω εξηραμμενην εχοντι την χειρα [5%] CP «Ἔκτεινον τὴν χεῖρα σου.»#την χειρα σου f35 C,D,W [96%] RP,HF,CP,TR ¦ ∼ 312 ℵB,N [4%] OC,NU Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη#αποκατεσταθη f35 D [78%] RP,HF,OC,TR ¦ απεκατεσταθη ℵB,C,N,W [20%] CP,NU ¦ απεκατεστη [1%] ¦ one other variant ὑγιὴς ὡς ἡ ἄλλη. 14Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾿ αὐτοῦ ἐξελθόντες,#οι δε φαρισαιοι συμβουλιον ελαβον κατ αυτου εξελθοντες f35 N,W [95%] RP,HF,CP,TR ¦ ∼ 12384567 [3%] ¦ ∼ 82134567 (ℵ)B,C [1.5%] OC,NU ¦ ∼ 8 και 134567 D [0.5%] ὅπως αὐτὸν ἀπολέσωσιν.#απολεσωσιν rell ¦ απωλεσωσιν CP
A tactical withdrawal
15Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί,#οχλοι πολλοι f35 C,D,W (97.3%) RP,HF,OC,CP,TR[NU] ¦ ∼ 21 (1.9%) ¦ 1 N (0.5%) ¦ 2 ℵB (0.3%) καὶ ἐθεράπευσεν αὐτοὺς ἁπάντας.#απαντας f35 [20%] ¦ παντας ℵB,C,N(D,W) [80%] RP,HF,OC,CP,TR,NU 16Καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν,#αυτον ποιησωσιν rell ¦ ∼ 21 OC 17ὅπως#οπως f35 N,W [98%] RP,HF,OC,CP,TR ¦ ινα ℵB,C,D [2%] NU πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος· 18«Ἰδού, ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ Πνεῦμά μου ἐπ᾿ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. 19Οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. 20Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. 21Καὶ#και rell ¦ 1 εν D [5%] TR ¦ 1 επι W τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.»
The Pharisees blaspheme the Holy Spirit
22Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν#τον τυφλον και κωφον f35 C,N [96%] RP,HF,OC,CP,TR ¦ ∼ 1432 W [3%] ¦ 14 ℵB,D [1%] NU,#κωφον f35 ℵB,D,W [25%] NU ¦ 1 και C,N [75%] RP,HF,OC,CP,TR λαλεῖν καὶ βλέπειν. 23Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, «Μήτι οὗτός ἐστιν ὁ Χριστός,#ο χριστος f35 [20%] OC,CP ¦ --- ℵB,C,D,N,W [80%] RP,HF,TR,NU ὁ Υἱὸς Δαυίδ;» 24Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν#εν f35 [25%] ¦ 1 τω ℵB,C,D,N,W [75%] RP,HF,OC,CP,TR,NU Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων.» 25Εἰδὼς δὲ ὁ Ἰησοῦς#ο ιησους f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [0.5%] NU τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· «Πᾶσα βασιλεία μερισθεῖσα καθ᾿ ἑαυτῆς#εαυτης rell ¦ εαυτην D [5%] OC (2x) ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾿ ἑαυτῆς οὐ σταθήσεται. 26Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφ᾿ ἑαυτὸν ἐμερίσθη. Πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; 27Καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;#εκβαλλουσιν rell ¦ εκβαλουσιν N [3%] OC Διὰ τοῦτο αὐτοὶ ὑμῶν ἔσονται κριταί.#υμων εσονται κριται f35 C,N [97%] RP,HF,CP,TR ¦ ∼ 321 ℵB,D [1%] OC,NU ¦ ∼ 312 [1%] ¦ ∼ 32 αυτοι 1 W ¦ three other variants 28Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ#εγω εν πνευματι θεου f35 [28%] OC,TR ¦ ∼ 2341 ℵB,C,D,W [70%] RP,HF,CP,NU ¦ 234 [2%] ¦ ∼ 2 δακτυλω 41 N ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 29Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι,#διαρπασαι f35 ℵD [98%] RP,HF,CP,TR ¦ αρπασαι B,C,N,W [2%] OC,NU ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; Καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ.#διαρπαση f35 ℵD,W [40%] ¦ διαρπασει B,C,N [60%] RP,HF,OC,CP,TR,NU
The unforgivable sin
30»Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει. 31Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις.#τοις ανθρωποις f35 C,D,N,W [98%] RP,HF,OC,CP,TR ¦ --- ℵB [2%] NU 32Καὶ ὃς ἐὰν#εαν rell ¦ αν 𝕻21D [10%] TR εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾿ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ νῦν#τω νυν f35 [90%] RP,HF,OC,CP ¦ τουτω 1 ℵB,C,D,N,W [5%] TR,NU ¦ ∼ 1 αιωνι τουτω [5%] αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
Jesus denounces the Pharisees
33»Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. 34Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. 35Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ#θησαυρου rell ¦ 1 της καρδιας [5%] TR ἐκβάλλει#εκβαλλει f35 B,D,W [85%] RP,HF,OC,CP,NU ¦ 1 τα ℵC,N [14%] TR ¦ 1 το [1%] ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει#εκβαλλει rell ¦ 1 τα N [10%] CP πονηρά. 36Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν#εαν f35 C,N,W (99.2%) RP,HF,OC,CP,TR ¦ αν (0.4%) ¦ --- ℵB,D (0.4%) NU λαλήσωσιν#λαλησωσιν f35 N,W (97.3%) RP,HF,OC,CP,TR ¦ λαλησουσιν ℵB,C (2.2%) NU ¦ seven other variants D (0.4%) οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ#περι rell ¦ υπερ CP αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. 37Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.»
The sign of the prophet Jonah
38Τότε ἀπεκρίθησάν#απεκριθησαν f35 N,W [95%] RP,HF,OC,CP,TR ¦ 1 αυτω ℵB,C,D [5%] NU τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες, «Διδάσκαλε, θέλομεν#θελομεν rell ¦ θελωμεν [2%] CP ἀπὸ σοῦ σημεῖον ἰδεῖν.» 39Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. 40Ὥσπερ γὰρ ἦν#ην rell ¦ εγενετο [2%] OC ¦ --- D Ἰωνᾶς#ιωνας rell ¦ 1 ο προφητης [1%] OC ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται#εσται f35 ℵB,C [65%] RP,HF,CP,TR,NU ¦ 1 και D,W [35%] OC ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 41Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε. 42Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος,#σολομωνος rell ¦ σολομωντος C [10%] TR (both times; C only the first) καὶ ἰδού, πλεῖον Σολομῶνος ὧδε.
An empty ‘house’ is bad
43»Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾿ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. 44Τότε λέγει, ‹Ἐπιστρέψω#επιστρεψω rell ¦ υποστρεψω [10%] CP εἰς τὸν οἶκόν μου#επιστρεψω εις τον οικον μου f35 C,W [99%] RP,HF,CP,TR ¦ ∼ 23451 ℵB,D [1%] OC,NU ὅθεν ἐξῆλθον.› Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα,#σχολαζοντα rell ¦ 1 και ℵC [4%] OC σεσαρωμένον, καὶ κεκοσμημένον. 45Τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾿ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα, πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.»#ταυτη τη πονηρα rell ¦ ∼ 231 [2%] OC
New relationships
46Ἔτι δὲ#δε f35 C(D)W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB [1%] NU αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδού, ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω, ζητοῦντες αὐτῷ λαλῆσαι.#αυτω λαλησαι rell ¦ ∼ 21 D [5%] OC 47Εἶπεν δέ τις αὐτῷ, «Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν,#εξω εστηκασιν rell ¦ ∼ 21 OC ζητοῦντές σοι λαλῆσαι.»#σοι λαλησαι rell ¦ σε ιδειν OC,#the whole verse f35 C(D)W [99%] RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB [1%] 48Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ εἰπόντι#ειποντι f35 C [98.5%] RP,HF,CP,TR ¦ λεγοντι ℵB,D [1.5%] OC,NU ¦ --- W αὐτῷ, «Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;» 49Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν·#ειπεν rell ¦ εφη [1%] OC «Ἰδού, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. 50Ὅστις γὰρ ἂν ποιήσῃ#ποιηση rell ¦ ποιησει [5%] CP ¦ ποιη C [0.5%] ¦ ποιει D τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.»

Селектирано:

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12: F35

Нагласи

Сподели

Копирај

None

Дали сакаш да ги зачуваш Нагласувањата на сите твои уреди? Пријави се или најави се