Лого на YouVersion
Икона за пребарување

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14

14
The death of John the Baptizer
1Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης#τετραρχης f35 B,D,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ τετρααρχης ℵC [0.5%] NU τὴν ἀκοὴν Ἰησοῦ, 2καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, «Οὗτός ἐστιν Ἰωάννης ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.» 3Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν#αυτον f35 ℵC,D,N,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ --- B [0.5%] καὶ ἔθετο ἐν φυλακῇ#εθετο εν φυλακη f35 C,N,W [97.5%] RP,HF,OC,CP,TR ¦ ∼ 23 απεθετο ℵB [1%] NU ¦ 2 τη 3 D ¦ ∼ 2 τη 3 απεθετο [0.5%] ¦ 12 τη 3 [0.5%] ¦ three other variants διὰ Ἡρωδιάδα, τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. 4Ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης,#αυτω ο ιωαννης f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ ∼ 231 (B) [0.5%] NU ¦ 3 ℵ ¦ 13 D [0.5%] «Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.» 5Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβεῖτο#εφοβειτο f35 [20%] ¦ εφοβηθη ℵB,C,D,N,W [80%] RP,HF,OC,CP,TR,NU [the imperfect is correct] τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 6Γενεσίων#γενεσιων f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ γενεσιοις ℵB,D [1%] NU δὲ ἀγομένων#αγομενων f35 W [97%] RP,HF,OC,CP,TR ¦ αγομενοις [0.5%] ¦ γενομενων C,N [2%] ¦ γενομενοις ℵB,D [0.5%] NU τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδη. 7Ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. 8Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, «Δός μοι,» φησίν, «ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.» 9Καὶ ἐλυπήθη#ελυπηθη f35 ℵC,W (98.7%) RP,HF,OC,CP,TR ¦ λυπηθεις B,D (1.2%) NU ¦ two other variants (0.1%) ὁ βασιλεύς· διὰ δὲ#δε f35 ℵC,W (98%) RP,HF,OC,CP,TR ¦ και (0.2%) ¦ --- B,D (1.7%) NU τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσεν δοθῆναι. 10Καὶ πέμψας ἀπεκεφάλισεν τὸν#τον f35 C,D,W [99%] RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB [1%] Ἰωάννην ἐν τῇ φυλακῇ. 11Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ#ηνεχθη η κεφαλη αυτου rell ¦ ∼ 2341 CP ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. 12Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα#σωμα f35 W [95%] RP,HF,OC,CP,TR ¦ πτωμα (ℵ)B,C(D) [5%] NU καὶ ἔθαψαν αὐτό,#αυτο f35 C,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ αυτον ℵB [0.5%] [NU] καὶ ἐλθόντες#ελθοντες rell ¦ εξελθοντες CP ἀπήγγειλαν τῷ Ἰησοῦ.
Food for 15,000
13Καὶ ἀκούσας#και ακουσας f35 C,W [95%] RP,HF,CP,TR ¦ ∼ 2 δε ℵB,D [5%] OC,NU ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν. Καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 14Καὶ ἐξελθὼν ὁ Ἰησοῦς#ο ιησους f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [3%] NU εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς#αυτοις rell ¦ αυτους W [5%] TR ¦ περι αυτων D καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.
15Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,#αυτου f35 C,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB [0.5%] NU λέγοντες· «Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν. Ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.» 16Ὁ δὲ Ἰησοῦς#ιησους f35 B,C,W [99%] RP,HF,OC,CP,TR[NU] ¦ --- ℵD [1%] εἶπεν αὐτοῖς· «Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν. Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.» 17Οἱ δὲ λέγουσιν αὐτῷ, «Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.» 18Ὁ δὲ εἶπεν, «Φέρετέ μοι αὐτοὺς ὧδε.»#αυτους ωδε f35 C,W (98.8%) RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB (0.2%) NU ¦ 1 D (0.6%) ¦ long omissions (0.4%) 19Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι#ανακλιθηναι rell ¦ ανακληθηναι CP ἐπὶ τοὺς χόρτους,#τους χορτους f35 [96%] RP,HF,OC,CP,TR ¦ του χορτου ℵB,C,W [3%] NU ¦ τον χορτον D [1%] λαβὼν#λαβων f35 B [96%] RP,HF,OC,CP,NU ¦ και 1 ℵC,W [4%] TR ¦ ελαβεν D τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν· καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις. 21Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.
Peter walks on water
22Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς#ο ιησους f35 [95%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,D,W [5%] NU τοὺς μαθητὰς αὐτοῦ#αυτου f35 B [30%] OC,TR ¦ --- ℵC,D,W [70%] RP,HF,CP,NU ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. 24Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν,#μεσον της θαλασσης ην f35 ℵC,W [98%] RP,HF,OC,CP,TR ¦ σταδιους πολλους απο της γης απειχεν B [2%] NU ¦ ∼ 4 εις 123 D ¦ two other variants βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθεν#απηλθεν f35 C,D,W [96%] RP,HF,OC,CP,TR ¦ ηλθεν ℵB [4%] NU πρὸς αὐτοὺς ὁ Ἰησοῦς,#ο ιησους f35 [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,D,W [3%] NU περιπατῶν ἐπὶ τῆς θαλάσσης.#της θαλασσης f35 C,D [97%] RP,HF,OC,CP,TR ¦ την θαλασσαν ℵB,W [3%] NU 26Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ#και ιδοντες αυτον οι μαθηται f35 C,W (94.4%) RP,HF,OC,CP,TR ¦ 12345 αυτου (0.9%) ¦ 123 (1.3%) ¦ 2 δε 345 (1.3%) ¦ ∼ 4 δε 523 B,D (0.9%) NU ¦ 2 δε 3 ℵ (0.2%) ¦ three other variants (0.3%) ἐπὶ τὴν θάλασσαν#την θαλασσαν f35 W [97%] RP,HF,OC,CP,TR ¦ της θαλασσης ℵB,C,D [3%] NU περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι «Φάντασμά ἐστιν.» Καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27Εὐθέως#ευθεως f35 C,W [97.5%] RP,HF,OC,CP,TR ¦ ευθυς ℵB,D [2.5%] NU δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς,#αυτοις ο ιησους f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ ∼ 231 B [0.5%] [NU] ¦ 1 ℵD [0.5%] λέγων· «Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.» 28Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν,#ο πετρος ειπεν f35 [25%] ¦ 123 αυτω B [1%] ¦ αυτω 123 ℵC,W [73%] RP,HF,OC,CP,TR,NU ¦ αυτω 23 D ¦ one other variant «Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν#προς σε ελθειν f35 [95%] RP,HF,OC,CP,TR ¦ ∼ 312 ℵB,C,D,W [5%] NU ἐπὶ τὰ ὕδατα.» 29Ὁ δὲ εἶπεν, «Ἐλθέ.» Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ#ο f35 C,W [99.8%] RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB,D Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν#ελθειν f35 D,W [99%] RP,HF,OC,CP,TR ¦ και ηλθεν B,C [1%] NU ¦ ελθιν ηλθεν ουν ℵ πρὸς τὸν Ἰησοῦν. 30Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν#ισχυρον f35 C,D,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB [0.5%] ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν, λέγων, «Κύριε, σῶσόν με.» 31Καὶ εὐθέως#και ευθεως f35 [20%] CP ¦ ∼ 2 δε (ℵ)B,C,D,W [80%] RP,HF,OC,TR,NU ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· «Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;» 32Καὶ ἐμβάντων#εμβαντων f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ αναβαντων ℵB,D [2%] NU αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος. 33Οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες#ελθοντες f35 C,D,W [96%] RP,HF,OC,CP,TR ¦ --- ℵB,N [2%] NU ¦ προσελθοντες [2%] προσεκύνησαν αὐτῷ, λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.»
At Genesaret
34Καὶ διαπεράσαντες ἦλθον εἰς#εις f35 [95%] RP,HF,OC,CP,TR ¦ επι ℵB,C,D,N,W [5%] NU τὴν γῆν#γην f35 C,N [98%] RP,HF,OC,CP,TR ¦ 1 εις ℵB,D,W [2%] NU Γενησαρέτ.#γενησαρετ f35 N [30%] ¦ γεννησαρετ ℵB,C,W [55%] RP,HF,OC,CP,TR,NU ¦ γεννησαρεθ [14%] ¦ γενησαρεθ [0.5%] ¦ γεννησαρ D (According to the Targum, the name is spelled with one ‘n’, according to the LXX it is with two.) 35Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας· 36καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν#καν f35 [35%] OC,CP ¦ --- ℵB,C,D,N,W [65%] RP,HF,TR,NU μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

Селектирано:

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14: F35

Нагласи

Сподели

Копирај

None

Дали сакаш да ги зачуваш Нагласувањата на сите твои уреди? Пријави се или најави се