1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:24
SBL Greek New Testament
πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
Харьцуулах
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:24 г судлах
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:23
ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν·
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:23 г судлах
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:14
ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ ⸀διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:14 г судлах
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:10
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:10 г судлах
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:34
λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν ἵνα ⸀ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:34 г судлах
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:11
λέγει αὐτῷ ⸂ἡ γυνή⸃· Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:11 г судлах
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:25-26
λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ⸀ἅπαντα. λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:25-26 г судлах
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:29
Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ⸀ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ χριστός
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:29 г судлах
Нүүр хуудас
Библи
Тѳлѳвлѳгѳѳнүүд
Бичлэгүүд