1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:16
Scrivener’s Textus Receptus 1894
Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.
နှိုင်းယှဉ်
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:16ရှာဖွေလေ့လာလိုက်ပါ။
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:17
οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:17ရှာဖွေလေ့လာလိုက်ပါ။
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:3
Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:3ရှာဖွေလေ့လာလိုက်ပါ။
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:18
ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:18ရှာဖွေလေ့လာလိုက်ပါ။
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:19
αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:19ရှာဖွေလေ့လာလိုက်ပါ။
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:30
ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:30ရှာဖွေလေ့လာလိုက်ပါ။
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:20
πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:20ရှာဖွေလေ့လာလိုက်ပါ။
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:36
ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ, οὐκ ὄψεται ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:36ရှာဖွေလေ့လာလိုက်ပါ။
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:14
καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου·
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:14ရှာဖွေလေ့လာလိုက်ပါ။
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:35
ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:35ရှာဖွေလေ့လာလိုက်ပါ။
ပင်မစာမျက်နှာ
သမ္မာကျမ်းစာ
အစီအစဉ်များ
ဗီဒီယိုများ