1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:24
Scrivener’s Textus Receptus 1894
Πνεῦμα ὁ Θεός· καὶ τοὺς προσκυνοῦντας αὐτόν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
နှိုင်းယှဉ်
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:24ရှာဖွေလေ့လာလိုက်ပါ။
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:23
ἀλλ’ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:23ရှာဖွေလေ့လာလိုက်ပါ။
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:14
ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:14ရှာဖွေလေ့လာလိုက်ပါ။
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:10
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:10ရှာဖွေလေ့လာလိုက်ပါ။
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:34
λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:34ရှာဖွေလေ့လာလိုက်ပါ။
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:11
λέγει αὐτῷ ἡ γυνή, Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:11ရှာဖွေလေ့လာလိုက်ပါ။
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:25-26
λέγει αὐτῷ ἡ γυνή, Οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:25-26ရှာဖွေလေ့လာလိုက်ပါ။
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:29
Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:29ရှာဖွေလေ့လာလိုက်ပါ။
ပင်မစာမျက်နှာ
သမ္မာကျမ်းစာ
အစီအစဉ်များ
ဗီဒီယိုများ