Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων;» Λέγει αὐτῷ, «Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.» Λέγει αὐτῷ, «Βόσκε τὰ ἀρνία μου.» Λέγει αὐτῷ πάλιν, δεύτερον, «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με;» Λέγει αὐτῷ, «Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.» Λέγει αὐτῷ, «Ποίμαινε τὰ πρόβατά μου.» Λέγει αὐτῷ τὸ τρίτον, «Σίμων Ἰωνᾶ, φιλεῖς με;» Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, «Φιλεῖς με;» Καὶ εἶπεν αὐτῷ· «Κύριε, σὺ πάντα οἶδας. Σὺ γινώσκεις ὅτι φιλῶ σε.» Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Βόσκε τὰ πρόβατά μου.