YouVersion logo
Dugme za pretraživanje

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4

4
1Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. 2Καὶ νηστεύσας ἡμέρας #4:2 τεσσαρακοντα ¦ τεσσερακοντα CTτεσσαράκοντα καὶ νύκτας #4:2 τεσσαρακοντα ¦ τεσσερακοντα CTτεσσαράκοντα, ὕστερον ἐπείνασε. 3Καὶ προσελθὼν #4:3 αυτω ο πειραζων ειπεν ¦ ο πειραζων ειπεν αυτω CTαὐτῷ ὁ πειράζων εἶπεν, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, #4:3 ειπε ¦ ειπον WHεἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. 4Ὁ δὲ ἀποκριθεὶς εἶπε, Γέγραπται,
Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται #4:4 ανθρωπος ¦ ο ανθρωπος CTἄνθρωπος,
ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
5Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ #4:5 ιστησιν ¦ εστησεν CTἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, 6καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι
Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ·
καί,
Ἐπὶ χειρῶν ἀροῦσί σε,
μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
7Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. 8Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, 9καὶ #4:9 λεγει ¦ ειπεν CTλέγει αὐτῷ, Ταῦτα #4:9 παντα σοι ¦ σοι παντα CTπάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. 10Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὕπαγε #4:10 οπισω μου 87.6% ¦ --- CT TR 11.7%ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ,
Κύριον τὸν Θεόν σου προσκυνήσεις,
καὶ αὐτῷ μόνῳ λατρεύσεις.
11Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος· καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
12Ἀκούσας δὲ #4:12 ο ιησους ¦ --- CTὁ Ἰησοῦς ὅτι #4:12 ιωαννης ¦ ιωανης WHἸωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν· 13καὶ καταλιπὼν τὴν #4:13 ναζαρετ ¦ ναζαρεθ SCR ¦ ναζαρα CTΝαζαρέτ, ἐλθὼν κατῴκησεν εἰς #4:13 καπερναουμ ¦ καφαρναουμ CTΚαπερναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ #4:13 νεφθαλειμ ¦ νεφθαλιμ NA SBLΝεφθαλείμ· 14ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,
15Γῆ Ζαβουλὼν καὶ γῆ #4:15 νεφθαλειμ ¦ νεφθαλιμ NA SBLΝεφθαλείμ,
ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
16ὁ λαὸς ὁ καθήμενος ἐν #4:16 σκοτει ¦ σκοτια SBL TH WHσκότει
# 4:16 ειδε φως ¦ φως ειδε CT εἶδε φῶς μέγα,
καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου,
φῶς ἀνέτειλεν αὐτοῖς.
17Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
18Περιπατῶν #4:18 δε ¦ δε ο ιησους TRδὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ #4:18 αλιεις ¦ αλεεις TH WHἁλιεῖς. 19Καὶ λέγει αὐτοῖς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς #4:19 αλιεις ¦ αλεεις TH WHἁλιεῖς ἀνθρώπων. 20Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21Καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ #4:21 ιωαννην ¦ ιωανην WHἸωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. 22Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
23Καὶ περιῆγεν #4:23 ολην την γαλιλαιαν ο ιησους 90.4% ¦ ο ιησους εν ολη τη γαλιλαια TH 0.1% ¦ εν ολη τη γαλιλαια NA SBL WH 0.1%ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. 24Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, #4:24 και ¦ --- SBL TH WHκαὶ δαιμονιζομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικούς· καὶ ἐθεράπευσεν αὐτούς. 25Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

Istaknuto

Podijeli

Kopiraj

None

Želiš li da tvoje istaknuto bude sačuvano na svim tvojim uređajima? Kreiraj nalog ili se prijavi