YouVersion Logo
Search Icon

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1

1
1Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο #1:1 ο ¦ --- WHὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, 2ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο, #1:2 ανεληφθη ¦ ανελημφθη CTἀνελήφθη· 3οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν #1:3 τεσσαρακοντα ¦ τεσσερακοντα CTτεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 4Καὶ #1:4 συναλιζομενος ¦ συναλιζομενος μετ αυτων SCRσυναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, Ἣν ἠκούσατέ μου· 5ὅτι #1:5 ιωαννης ¦ ιωανης WHἸωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ #1:5 βαπτισθησεσθε εν πνευματι 92.1% ¦ εν πνευματι βαπτισθησεσθε CT 0.9%βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
6Οἱ μὲν οὖν συνελθόντες #1:6 επηρωτων ¦ ηρωτων ECM* NA SBL TH WHἐπηρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 7Εἶπε #1:7 δε ¦ --- WHδὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. 8Ἀλλὰ #1:8 ληψεσθε ¦ λημψεσθε CTλήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς· καὶ ἔσεσθέ #1:8 μοι ¦ μου ECM* NA SBL TH WHμοι μάρτυρες ἔν τε Ἱερουσαλήμ, καὶ #1:8 εν ¦ --- PCKἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ #1:8 σαμαρεια ¦ σαμαρια WHΣαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. 9Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο #1:10 παρειστηκεισαν ¦ παριστηκεισαν WHπαρειστήκεισαν αὐτοῖς ἐν #1:10 εσθητι λευκη ¦ εσθησεσι λευκαις NA SBL TH WHἐσθῆτι λευκῇ, 11οἳ καὶ #1:11 ειπον ¦ ειπαν CTεἶπον, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε #1:11 εμβλεποντες ¦ βλεποντες SBL TH WHἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος #1:11 ο ¦ --- PCKὁ Ἰησοῦς, ὁ #1:11 αναληφθεις ¦ αναλημφθεις CTἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν. 13Καὶ ὅτε εἰσῆλθον, #1:13 ανεβησαν εις το υπερωον ¦ εις το υπερωον ανεβησαν CTἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ #1:13 ιακωβος και ιωαννης ¦ ιακωβος ιωαννης PCK ¦ ιωαννης και ιακωβος ECM NA SBL TH ¦ ιωανης και ιακωβος WHἸάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ #1:13 ματθαιος ¦ μαθθαιος CTΜατθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου. 14Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ #1:14 και τη δεησει 95.5% ¦ --- CT 3.9%καὶ τῇ δεήσει, σὺν γυναιξὶ καὶ #1:14 μαρια ¦ μαριαμ CTΜαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ #1:14 συν ¦ --- ECM* NAσὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
15Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν #1:15 μαθητων ¦ αδελφων CTμαθητῶν εἶπεν—ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ #1:15 ως ¦ ωσει NAὡς ἑκατὸν εἴκοσιν— 16Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν #1:16 ταυτην ¦ --- CTταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος #1:16 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι #1:16 τον ¦ --- CTτὸν Ἰησοῦν. 17Ὅτι κατηριθμημένος ἦν #1:17 συν ¦ εν CTσὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης— 18Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ #1:18 μισθου ¦ του μισθου TRμισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος #1:18 ελακησε ¦ ελακισε PCKἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. 19Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ #1:19 ιδια ¦ --- WHἰδίᾳ διαλέκτῳ αὐτῶν #1:19 ακελδαμα ¦ ακελδαμαχ ECM NA SBL WH ¦ αχελδαμαχ THἈκελδαμά, τοῦτ᾽ ἔστι, χωρίον αἵματος— 20Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν,
Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος,
καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ·
καί,
Τὴν ἐπισκοπὴν αὐτοῦ #1:20 λαβοι ¦ λαβετω CTλάβοι ἕτερος.
21Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ #1:21 εν ¦ --- CTἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ Κύριος Ἰησοῦς, 22ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος #1:22 ιωαννου ¦ ιωανου WHἸωάννου, ἕως τῆς ἡμέρας ἧς #1:22 ανεληφθη ¦ ανελημφθη CTἀνελήφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ #1:22 γενεσθαι συν ημιν ¦ συν ημιν γενεσθαι CTγενέσθαι σὺν ἡμῖν ἕνα τούτων. 23Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον #1:23 βαρσαβαν ¦ βαρσαββαν ANT CTΒαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ #1:23 ματθιαν ¦ μαθθιαν ECM NA SBL WHΜατθίαν. 24Καὶ προσευξάμενοι #1:24 ειπον ¦ ειπαν CTεἶπον, Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον #1:24 ον εξελεξω εκ τουτων των δυο ενα ¦ εκ τουτων των δυο ον ενα εξελεξω SCR ¦ εκ τουτων των δυο ενα ον εξελεξω STὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα 25λαβεῖν τὸν #1:25 κληρον ¦ τοπον CTκλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, #1:25 εξ ¦ αφ ECM* NA SBL TH WHἐξ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. 26Καὶ ἔδωκαν κλήρους #1:26 αυτων ¦ αυτοις NA SBL TH WHαὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ #1:26 ματθιαν ¦ μαθθιαν CTΜατθίαν, καὶ #1:26 συγκατεψηφισθη ¦ συνκατεψηφισθη TH WHσυγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1