YouVersion Logo
Search Icon

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2

2
1Καὶ ἐν τῷ #2:1 συμπληρουσθαι ¦ συνπληρουσθαι TH WHσυμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν #2:1 απαντες ¦ παντες CTἅπαντες #2:1 ομοθυμαδον 94.1% ¦ ομου CT 2.3%ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. 2Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. 3Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, #2:3 εκαθισε τε ¦ και εκαθισεν NA SBL TH WHἐκάθισέ τε ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν. 4Καὶ ἐπλήσθησαν #2:4 απαντες ¦ παντες CTἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου #2:4 αυτοις αποφθεγγεσθαι ¦ αποφθεγγεσθαι αυτοις CTαὐτοῖς ἀποφθέγγεσθαι.
5Ἦσαν δὲ #2:5 εν ¦ εις NAἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. 6Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι #2:6 ηκουον ¦ ηκουσεν WHἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. 7Ἐξίσταντο δὲ #2:7 παντες ¦ --- ECM* HF NA PCK SBL WHπάντες καὶ ἐθαύμαζον, λέγοντες #2:7 προς αλληλους 94.2% ¦ --- CT 2.7%πρὸς ἀλλήλους, #2:7 ουκ ¦ ουχ ECM NA SBL TH ¦ ουχι WHΟὐκ ἰδοὺ #2:7 παντες ¦ απαντες ECM* NAπάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 8Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; 9Πάρθοι καὶ Μῆδοι καὶ #2:9 ελαμιται ¦ ελαμειται TH WHἘλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, 11Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ. 12Ἐξίσταντο δὲ πάντες καὶ #2:12 διηπορουν ¦ διηπορουντο WHδιηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, Τί #2:12 αν θελοι ¦ θελει CTἂν θέλοι τοῦτο εἶναι; 13Ἕτεροι δὲ #2:13 χλευαζοντες ¦ διαχλευαζοντες CT PCKχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσί.
14Σταθεὶς δὲ #2:14 πετρος ¦ ο πετρος CTΠέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ #2:14 απεφθεγξατο ¦ επεφθεγξατο PCKἀπεφθέγξατο αὐτοῖς, Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ #2:14 απαντες ¦ παντες CTἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. 15Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας· 16ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ,
17Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός,
ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·
καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν,
καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται,
καὶ οἱ πρεσβύτεροι ὑμῶν #2:17 ενυπνια ¦ ενυπνιοις CTἐνύπνια ἐνυπνιασθήσονται·
18καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου
ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι.
19Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω,
καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω,
αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
20ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος,
καὶ ἡ σελήνη εἰς αἷμα,
πρὶν #2:20 η ¦ --- NA TH WHἢ ἐλθεῖν #2:20 την ¦ --- NA SBL TH WHτὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ·
21καὶ ἔσται, πᾶς ὃς #2:21 αν ¦ εαν SBL WHἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
22Ἄνδρες #2:22 ισραηλιται ¦ ισραηλειται TH WHἸσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα #2:22 απο του θεου αποδεδειγμενον ¦ αποδεδειγμενον απο του θεου ECM* NA SBL TH WHἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι᾽ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς #2:22 και ¦ --- CTκαὶ αὐτοὶ οἴδατε, 23τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον #2:23 λαβοντες 95.1% ¦ --- CT 2.7%λαβόντες, διὰ #2:23 χειρων ¦ χειρος CTχειρῶν ἀνόμων προσπήξαντες #2:23 ανειλετε ¦ ανειλατε CTἀνείλετε· 24ὃν ὁ Θεὸς ἀνέστησε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ. 25#2:25 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ γὰρ λέγει εἰς αὐτόν,
# 2:25 προωρωμην ¦ προορωμην CT Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός·
ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ·
26διὰ τοῦτο #2:26 ευφρανθη ¦ ηυφρανθη CTεὐφράνθη #2:26 η καρδια μου ¦ μου η καρδια WHἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου·
ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι·
27ὅτι οὐκ #2:27 εγκαταλειψεις ¦ ενκαταλειψεις TH WHἐγκαταλείψεις τὴν ψυχήν μου εἰς #2:27 αδου ¦ αδην CTᾍδου,
οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
28Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς·
πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
29Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου #2:29 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. 30Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεός, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ #2:30 το κατα σαρκα αναστησειν τον χριστον 75.9% ¦ --- CT 2.4%τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστόν, καθίσαι ἐπὶ #2:30 του θρονου ¦ τον θρονον CTτοῦ θρόνου αὐτοῦ, 31προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι #2:31 ου ¦ ουτε CTοὐ #2:31 κατελειφθη η ψυχη αυτου 68% ¦ εγκατελειφθη (εν- TH WH) ECM NA SBL 1.6%κατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς #2:31 αδου ¦ αδην ECM NA SBL WHᾍδου, #2:31 ουδε ¦ ουτε CTοὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. 32Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. 33Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ #2:33 αγιου πνευματος ¦ πνευματος του αγιου CTἉγίου Πνεύματος λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεε τοῦτο ὃ #2:33 νυν ¦ --- CTνῦν ὑμεῖς #2:33 βλεπετε ¦ και βλεπετε NA WHβλέπετε καὶ ἀκούετε. 34Οὐ γὰρ #2:34 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός,
Εἶπεν #2:34 ο ¦ --- WHὁ Κύριος τῷ Κυρίῳ μου,
Κάθου ἐκ δεξιῶν μου,
35ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
36Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι καὶ Κύριον #2:36 και χριστον αυτον ο θεος εποιησε ¦ αυτον και χριστον εποιησεν ο θεος ECM* NA SBL WH ¦ αυτον και χριστον ο θεος εποιησε ECM* THκαὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
37Ἀκούσαντες δὲ κατενύγησαν #2:37 τη καρδια ¦ την καρδιαν ECM* NA SBL TH WHτῇ καρδίᾳ, #2:37 ειπον ¦ ειπαν WHεἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί #2:37 ποιησομεν ¦ ποιησωμεν BYZ CT HFποιήσομεν, ἄνδρες ἀδελφοί; 38#2:38 πετρος δε εφη προς αυτους μετανοησατε ¦ ειπε δε πετρος προς αυτους μετανοησατε PCK ¦ πετρος δε προς αυτους μετανοησατε φησι ECM NA TH ¦ πετρος δε προς αυτους μετανοησατε SBL WHΠέτρος δὲ ἔφη πρὸς αὐτούς, Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν #2:38 επι ¦ εν WHἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν #2:38 αμαρτιων 94.8% ¦ των αμαρτιων υμων ECM* NA SBL TH WH 1.8%ἁμαρτιῶν, καὶ #2:38 ληψεσθε ¦ λημψεσθε CTλήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. 39Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν. 40Ἑτέροις τε λόγοις πλείοσι #2:40 διεμαρτυρετο ¦ διεμαρτυρατο CT PCKδιεμαρτύρετο καὶ #2:40 παρεκαλει ¦ παρεκαλει αυτους ECM* NA SBL TH WHπαρεκάλει λέγων, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. 41Οἱ μὲν οὖν #2:41 ασμενως ¦ --- CTἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν· καὶ προσετέθησαν #2:41 τη ¦ εν τη CTτῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. 42Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, #2:42 και ¦ --- CTκαὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
43 # 2:43 εγενετο ¦ εγινετο ECM* NA SBL TH WH Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά #2:43 τε ¦ δε WHτε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. 44Πάντες δὲ οἱ #2:44 πιστευοντες ησαν επι το αυτο και ¦ πιστευσαντες επι το αυτο WHπιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτό, καὶ εἶχον ἅπαντα κοινά, 45καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχε. 46Καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47αἰνοῦντες τὸν Θεόν, καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν #2:47–3:1 τη εκκλησια επι το αυτο δε πετρος 86.6% ¦ επι το αυτο πετρος δε CT 2.4%τῇ ἐκκλησίᾳ.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2