ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1
1
1Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος. 2Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. 3Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. 4Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, 5καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
6Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ #1:6 ιωαννης ¦ ιωανης WHἸωάννης. 7Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾽ αὐτοῦ. 8Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
9Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. 10Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. 11Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. 12Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· 13οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.
14Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν—καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός—πλήρης χάριτος καὶ ἀληθείας. 15#1:15 ιωαννης ¦ ιωανης WHἸωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων, Οὗτος ἦν #1:15 ον ειπον ¦ ο ειπων WHὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου ἦν. 16#1:16 και ¦ οτι CTΚαὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. 17Ὅτι ὁ νόμος διὰ #1:17 μωσεως ¦ μωυσεως ANT CTΜωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. 18Θεὸν οὐδεὶς ἑώρακε πώποτε· #1:18 ο μονογενης υιος 98.3% ¦ μονογενης θεος NA SBL WH 0.3%ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.
19Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ #1:19 ιωαννου ¦ ιωανου WHἸωάννου, ὅτε #1:19 απεστειλαν ¦ απεστειλαν προς αυτον NA TH WHἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ #1:19 λευιτας ¦ λευειτας TH WHΛευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ; 20Καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι #1:20 ουκ ειμι εγω ¦ εγω ουκ ειμι CTΟὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. 21Καὶ ἠρώτησαν αὐτόν, Τί οὖν; #1:21 ηλιας ει συ ¦ συ ηλιας ει NA SBL ¦ συ ηλειας ει TH WHἨλίας εἶ σύ; Καὶ λέγει, Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη, Οὔ. 22#1:22 ειπον ¦ ειπαν CTΕἶπον οὖν αὐτῷ, Τίς εἶ; Ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ; 23Ἔφη, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.
24Καὶ #1:24 οι ¦ --- CTοἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. 25Καὶ ἠρώτησαν αὐτόν, καὶ #1:25 ειπον ¦ ειπαν NA SBLεἶπον αὐτῷ, Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός, #1:25 ουτε ηλιας ουτε ¦ ουδε ηλιας ουδε NA SBL ¦ ουδε ηλειας ουδε TH WHοὔτε Ἠλίας, οὔτε ὁ προφήτης; 26Ἀπεκρίθη αὐτοῖς ὁ #1:26 ιωαννης ¦ ιωανης WHἸωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος #1:26 δε ¦ --- CTδὲ ὑμῶν #1:26 εστηκεν ¦ στηκει WHἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. 27#1:27 αυτος εστιν ο 95.8% ¦ ο NA SBL TH 2.2% ¦ --- WH 0.4%Αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, #1:27 ος εμπροσθεν μου γεγονεν ¦ --- CTὃς ἔμπροσθέν μου γέγονεν· οὗ #1:27 εγω ουκ ειμι 86.2% ¦ ουκ ειμι SBL 6.9% ¦ ουκ ειμι εγω NA TH WH 3%ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 28Ταῦτα ἐν #1:28 βηθανια ¦ βιθαβαρα PCK ¦ βηθαβαρα TRΒηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν #1:28 ιωαννης ¦ ο ιωαννης NA SBL TH ¦ ο ιωανης WHἸωάννης βαπτίζων.
29Τῇ ἐπαύριον #1:29 βλεπει ¦ βλεπει ο ιωαννης ANT BYZ PCK TRβλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30Οὗτός ἐστι #1:30 περι 98.9% ¦ υπερ CT 0.6%περὶ οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 31Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν #1:31 τω ¦ --- CTτῷ ὕδατι βαπτίζων. 32Καὶ ἐμαρτύρησεν #1:32 ιωαννης ¦ ιωανης WHἸωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον #1:32 ωσει ¦ ως ANT BYZ CT PCKὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν. 33Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ. 34Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ #1:34 υιος 99.5% ¦ εκλεκτος SBL 0.4%υἱὸς τοῦ Θεοῦ.
35Τῇ ἐπαύριον πάλιν #1:35 ειστηκει ¦ ιστηκει TH WHεἱστήκει #1:35 ο ιωαννης ¦ ιωανης WHὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο· 36καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. 37Καὶ ἤκουσαν #1:37 αυτου οι δυο μαθηται 93.4% ¦ οι δυο μαθηται αυτου CT 1.6%αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, Τί ζητεῖτε; Οἱ δὲ #1:38 ειπον ¦ ειπαν CTεἶπον αὐτῷ, #1:38 ραββι ¦ ραββει TH WHῬαββί—ὃ λέγεται #1:38 ερμηνευομενον 93.8% ¦ μεθερμηνευομενον CT 3.2%ἑρμηνευόμενον, Διδάσκαλε—ποῦ μένεις; 39Λέγει αὐτοῖς, Ἔρχεσθε καὶ #1:39 ιδετε ¦ οψεσθε CTἴδετε. #1:39 ηλθον ¦ ηλθον ουν ANT ¦ ηλθαν ουν CTἮλθον καὶ #1:39 ειδον ¦ ειδαν CTεἶδον ποῦ μένει· καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· #1:39 ωρα ¦ ωρα δε TRὥρα ἦν ὡς δεκάτη. 40Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ #1:40 ιωαννου ¦ ιωανου WHἸωάννου καὶ ἀκολουθησάντων αὐτῷ. 41Εὑρίσκει οὗτος #1:41 πρωτος ¦ πρωτον CTπρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν #1:41 μεσιαν ¦ μεσσιαν ANT CT TRΜεσίαν—ὅ ἐστι μεθερμηνευόμενον, #1:41 χριστος ¦ ο χριστος TRΧριστός. 42#1:42 και ¦ --- CTΚαὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. #1:42 εμβλεψας ¦ εμβλεψας δε BYZ TRἘμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε, Σὺ εἶ Σίμων ὁ υἱὸς #1:42 ιωνα 98.6% ¦ ιωαννου NA SBL TH 0.4% ¦ ιωανου WH 0.1%Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς—ὃ ἑρμηνεύεται Πέτρος.
43Τῇ ἐπαύριον #1:43 ηθελησεν ¦ ηθελησεν ο ιησους ANT TRἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ #1:43 ο ιησους ¦ --- ANT BYZ PCK TRὁ Ἰησοῦς, Ἀκολούθει μοι. 44Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 45Εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, Ὃν ἔγραψε #1:45 μωσης ¦ μωυσης ANT CTΜωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν #1:45 τον ¦ --- CTτὸν υἱὸν #1:45 του ¦ --- PCKτοῦ Ἰωσὴφ τὸν ἀπὸ #1:45 ναζαρετ ¦ ναζαρεθ SCRΝαζαρέτ. 46Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ #1:46 ναζαρετ ¦ ναζαρεθ SCRΝαζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ #1:46 φιλιππος ¦ ο φιλιππος NA SBL WHΦίλιππος, Ἔρχου καὶ ἴδε. 47Εἶδεν #1:47 ο ¦ --- WHὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ, Ἴδε ἀληθῶς #1:47 ισραηλιτης ¦ ισραηλειτης TH WHἸσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. 48Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; Ἀπεκρίθη #1:48 ιησους ¦ ο ιησους TRἸησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. 49Ἀπεκρίθη #1:49 ναθαναηλ και λεγει αυτω 92.9% ¦ αυτω ναθαναηλ CT 1%Ναθαναὴλ καὶ λέγει αὐτῷ, #1:49 ραββι ¦ ραββει TH WHῬαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ #1:49 ει ο βασιλευς ¦ βασιλευς ει CTεἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 50Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν #1:50 σοι ¦ σοι οτι CTσοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων #1:50 οψει ¦ οψη CTὄψει. 51Καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, #1:51 απ αρτι 95.9% ¦ --- CT 0.7%ἀπ᾽ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
Chwazi Kounye ya:
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1: TCGNT
Pati Souliye
Pataje
Kopye
Ou vle gen souliye ou yo sere sou tout aparèy ou yo? Enskri oswa konekte