Лого на YouVersion
Икона за пребарување

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16

16
The sign of the prophet Jonah
1Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι#επιδειξαι rell ¦ υποδειξαι CP αὐτοῖς. 2Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Ὀψίας γενομένης λέγετε, ‹Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός›· 3καὶ πρωΐ, ‹Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός.› Ὑποκριταί,#υποκριται f35 [94%] RP,HF,OC,CP,TR[NU] ¦ --- C,D,W [3%] ¦ (omit verses 2b-3 ℵB [3%]) τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.#from οψιας, verse 2, to δυνασθε, end of verse 3 f35 C,D,N,W [97%] RP,HF,CP,TR[NU] [OC adds γνωναι] ¦ --- ℵB [3%] 4Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.»#του προφητου f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [1%] NU Καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.
“Beware of the leaven of the Pharisees”
5Καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ#αυτου f35 N,W [98%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,D [2%] NU εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. 6Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, «Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.» 7Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς, λέγοντες ὅτι «Ἄρτους οὐκ ἐλάβομεν.» 8Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς·#αυτοις f35 C [90%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D,W [10%] NU «Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε;#ελαβετε f35 C,W (97.4%) RP,HF,OC,CP,TR ¦ ελαβομεν (0.6%) ¦ εχετε ℵB,D (1.7%) NU ¦ long omissions (0.2%) 9Οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10Οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11Πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτου#αρτου f35 D,W [90%] RP,HF,OC,CP,TR ¦ αρτων ℵB,C [10%] NU ¦ αρτους [0.5%] εἶπον ὑμῖν προσέχειν#προσεχειν f35 W [95.5%] RP,HF,OC,CP,TR ¦ προσεχετε D [1%] ¦ προσεχετε δε ℵB,C [1.5%] NU ¦ αλλα προσεχετε [1%] ¦ two other variants [1%] ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων;» 12Τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου,#του αρτου f35 C,W (94.2%) RP,HF,OC,CP,TR ¦ των αρτων B (1.3%) NU ¦ --- D (0.7%) ¦ των φαρισαιων και σαδδουκαιων ℵ (0.4%) ¦ three other variants (0.4%) ¦ long omissions (3%) ἀλλὰ#αλλα f35 ℵB,C,D,W [75%] RP,HF,CP,NU ¦ αλλ [25%] OC,TR ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
Jesus openly declares His death and ministers on that basis
13Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων, «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι,#με λεγουσιν οι ανθρωποι ειναι f35 [98.5%] RP,HF,OC,CP,TR ¦ 2345 B [0.5%] NU ¦ ∼ 21345 C,W [0.5%] ¦ ∼ 3452 ℵ ¦ ∼ 13425 D ¦ one other variant τὸν Υἱὸν τοῦ Ἀνθρώπου;» 14Οἱ δὲ εἶπον,#ειπον rell ¦ ειπαν B [0.5%] NU «Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν.» 15Λέγει αὐτοῖς, «Ὑμεῖς δέ, τίνα με λέγετε εἶναι;» 16Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, «Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» 17Καὶ ἀποκριθεὶς#και αποκριθεις f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ ∼ 2 δε ℵB,D [3%] NU ὁ Ἰησοῦς εἶπεν αὐτῷ· «Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ᾿ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. 18Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς. 19Καὶ#και f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [1%] NU δώσω σοι τὰς κλεῖς#κλεις f35 C,D [99.5%] RP,HF,OC,CP,TR ¦ κλειδας ℵB,W [0.5%] NU τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.»
20Τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ#αυτου f35 W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,D [1%] NU ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν#εστιν f35 ℵB [35%] NU ¦ 1 ιησους C(D)W [65%] RP,HF,OC,CP,TR ὁ Χριστός. 21Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα#απελθειν εις ιεροσολυμα f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ ∼ 231 ℵB,D [3%] NU καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ, λέγων, «Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο.» 23Ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ,#μου ει f35 W [97%] RP,HF,OC,CP,TR ¦ ∼ 21 C [0.5%] ¦ ∼ 2 εμου ℵB [2%] NU ¦ ∼ 2 εμοι D [0.5%] ¦ one other variant ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.»
How to save your life
24Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω#ακολουθειτω rell ¦ ακολουθητω CP μοι. 25Ὃς γὰρ ἂν#αν f35 D,W [99%] RP,HF,OC,CP,TR ¦ εαν ℵB,C [1%] NU θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν, ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 26Τί γὰρ ὠφελεῖται#ωφελειται f35 C,D,W [97%] RP,HF,OC,CP,TR ¦ ωφεληθησεται ℵB [3%] NU ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27Μέλλει γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28Ἀμὴν λέγω ὑμῖν,#υμιν f35 C,D,W [96%] RP,HF,OC,CP,TR ¦ 1 οτι ℵB [4%] NU εἰσίν τινες#τινες f35 W [85%] RP,HF ¦ 1 των ℵB,C,D [15%] OC,CP,TR,NU ὧδε ἑστῶτες#εστωτες f35 W [85%] RP,HF ¦ εστηκοτων [10%] OC,CP,TR ¦ εστωτων ℵB,C,D [5%] NU οἵτινες οὐ μὴ γεύσωνται#γευσωνται rell ¦ γευσονται [5%] CP θανάτου ἕως ἂν ἴδωσιν τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.»

Селектирано:

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16: F35

Нагласи

Сподели

Копирај

None

Дали сакаш да ги зачуваш Нагласувањата на сите твои уреди? Пријави се или најави се