ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17
17
Jesus meets with Moses and Elijah
1Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν. 2Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο#εγενετο f35 ℵB,C,D,W [40%] OC,CP,TR,NU ¦ εγενοντο [60%] RP,HF ¦ --- [0.5%] λευκὰ ὡς τὸ φῶς. 3Καὶ ἰδού, ὤφθησαν#ωφθησαν f35 C,W [96%] RP,HF,OC,CP,TR ¦ ωφθη ℵB,D [4%] NU αὐτοῖς Μωσῆς#μωσης f35 C [90%] RP,HF,OC,CP,TR ¦ μωυσης ℵB,D,W [10%] NU καὶ Ἠλίας#ἠλιας rell ¦ ἡλιας TR μετ᾿ αὐτοῦ συλλαλοῦντες.#μετ αυτου συλλαλουντες f35 C(D) [99%] RP,HF,OC,CP,TR ¦ ∼ 312 (ℵB,W) [1%] NU 4Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ, «Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν#ποιησωμεν f35 D,W [99.5%] RP,HF,OC,CP,TR ¦ ποιησω ℵB,C [0.5%] NU ὧδε τρεῖς σκηνάς· σοὶ μίαν καὶ Μωσεῖ#μωσει f35 [50%] OC ¦ μωση C [47%] RP,HF,CP,TR ¦ μωυσει ℵB,D [2%] NU ¦ μωυση [1%] ¦ μωυσι W μίαν καὶ μίαν Ἠλίᾳ.»#μιαν ηλια f35 (B) [90%] RP,HF,OC,CP,TR ¦ ∼ 21 (ℵ)C(D)(W) [10%] NU 5Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. Αὐτοῦ ἀκούετε.»#αυτου ακουετε f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,D [1%] NU 6Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον#επεσον rell ¦ επεσαν ℵB,C,D,W [2%] NU ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ#προσελθων ο ιησους ηψατο αυτων και f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ ∼ 1236 αψαμενος 5 [1%] ¦ ∼ προσηλθεν 236 αψαμενος 5 ℵB [0.5%] NU ¦ ∼ προσηλθεν 236 ηψατο 56 D εἶπεν, «Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.» 8Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν#τον ιησουν f35 C(D) [98.5%] RP,HF,OC,CP,TR ¦ αυτον 2 B [0.5%] NU ¦ ∼ 2 αυτον ℵ [1%] ¦ 2 W μόνον.
Elijah and ‘Elijah’
9Καὶ καταβαινόντων αὐτῶν ἐκ#εκ rell ¦ απο [5%] OC,TR τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, «Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.»#αναστη f35 ℵC(W) [99.8%] RP,HF,OC,CP,TR ¦ εγερθη B,D [0.2%] NU 10Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ,#αυτου f35 B,C,D [99%] RP,HF,OC,CP,TR ¦ --- ℵW [1%] NU λέγοντες, «Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;» 11Ὁ δὲ Ἰησοῦς#ιησους f35 C [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D,W [3%] NU ἀποκριθεὶς εἶπεν αὐτοῖς·#αυτοις f35 ℵC [99%] RP,HF,OC,CP,TR ¦ --- B,D,W [1%] NU «Ἠλίας μὲν ἔρχεται πρῶτον,#πρωτον f35 C [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D,W [3%] NU καὶ ἀποκαταστήσει πάντα. 12Λέγω δὲ ὑμῖν ὅτι ‹Ἠλίας› ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿#αλλ f35 ℵB [50%] OC,CP,TR ¦ αλλα C,D,W [50%] RP,HF,NU ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. Οὕτως καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν.» 13Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ εἶπεν αὐτοῖς.
A tough kind of demon
14Καὶ ἐλθόντων αὐτῶν#αυτων f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [1%] NU πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτόν,#αυτον rell ¦ αυτω [5%] TR ¦ εμπροσθεν αυτου D ¦ αυτων [0.5%] ¦ --- [0.5%] καὶ λέγων· 15«Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.» 17Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν;#εσομαι μεθ υμων f35 W [97%] RP,HF,OC,CP,TR ¦ ∼ 231 ℵB,C,D [3%] NU Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε.» 18Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἰάθη#ιαθη f35 [20%] ¦ εθεραπευθη ℵB,C,D,W [80%] RP,HF,OC,CP,TR,NU ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
19Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον, «Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;» 20Ὁ δὲ Ἰησοῦς εἶπεν#ιησους ειπεν f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ λεγει ℵB,D [3%] NU αὐτοῖς· «Διὰ τὴν ἀπιστίαν#απιστιαν f35 C,D,W (98.3%) RP,HF,OC,CP,TR ¦ ολιγοπιστιαν ℵB (1.5%) NU ¦ --- (0.1%) ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, ‹Μετάβηθι#μεταβηθι f35 C,D,W [97%] RP,HF,OC,CP,TR ¦ μεταβα ℵB [3%] NU ἐντεῦθεν#εντευθεν f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ ενθεν ℵB,D [1%] NU ἐκεῖ,› καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.»#whole verse f35 C,D,W (99.4%) RP,HF,OC,CP,TR ¦ --- ℵB (0.6%) NU
22Ἀναστρεφομένων#αναστρεφομενων f35 C(D)W [99%] RP,HF,OC,CP,TR ¦ συστρεφομενων ℵB [1%] NU δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ,#εν τη γαλιλαια rell ¦ εις την γαλιλαιαν OC εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, «Μέλλει ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.» Καὶ ἐλυπήθησαν σφόδρα.
Money from a fish
24Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ,#καπερναουμ f35 C [99%] RP,HF,OC,CP,TR ¦ καφαρναουμ ℵB,D,W [1%] NU προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον,#ειπον rell ¦ ειπαν B(D)NU «Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ#τα f35 B,C [99%] RP,HF,OC,CP,TR[NU] ¦ --- ℵD ¦ το W [0.5%] δίδραχμα;» 25Λέγει, «Ναί.» Καὶ ὅτε εἰσῆλθον#οτε εισηλθον f35 [25%] ¦ 1 εισηλθεν (W) [72%] RP,HF,OC,CP,TR ¦ 1 ηλθον C [1%] ¦ ελθοντα B [1%] NU ¦ εισελθοντα ℵ ¦ εισελθοντων [1%] ¦ εισελθοντι D ¦ one other variant [the reference is to the group, including Jesus.] εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων· «Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον, ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;» 26Λέγει αὐτῷ ὁ Πέτρος,#λεγει αυτω ο πετρος f35 (C)W [99%] RP,HF,OC,CP,TR ¦ ειποντες δε B [1%] NU ¦ ο δε εφη απο των αλλοτριων ειποντες δε ℵ ¦ 12 D «Ἀπὸ τῶν ἀλλοτρίων.» Ἔφη αὐτῷ ὁ Ἰησοῦς· «Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν#την f35 D [90%] RP,HF,OC,CP,TR ¦ --- ℵB,W [10%] NU θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα#αναβαντα f35 ℵB,D [40%] OC,TR,NU ¦ αναβαινοντα W [60%] RP,HF,CP πρῶτον ἰχθὺν ἆρον. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.»
Currently Selected:
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17: F35
Qaqambisa
Share
Copy
Ufuna ukuba iimbalasane zakho zigcinwe kuzo zonke izixhobo zakho? Bhalisela okanye ngena