ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19

19
Jesus ministers in Perea—29/30 AD
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. 2Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
Jesus denies divorce
3Καὶ προσῆλθον αὐτῷ οἱ#οι f35 ℵD [95%] RP,HF,OC,CP,TR ¦ --- 𝕻25B,C,W [5%] NU Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες αὐτῷ,#αυτω f35 W [95%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C(D) [5%] NU «Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;» 4Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς·#αυτοις f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [1%] NU «Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας#ποιησας f35 ℵ,C,D,W [99%] RP,HF,OC,CP,TR ¦ κτισας B [1%] NU ἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; 5Καὶ εἶπεν, ‹Ἕνεκεν#ενεκεν f35 C,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ ενεκα ℵB [0.5%] NU τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ#αυτου f35 C [50%] OC,CP ¦ --- ℵB,D,W [50%] RP,HF,TR,NU καὶ τὴν μητέρα καὶ προσκολληθήσεται#προσκολληθησεται f35 ℵC [90%] RP,HF,CP,TR ¦ κολληθησεται B,D,W [10%] OC,NU πρὸς τὴν γυναῖκα#προς την γυναικα f35 [20%] ¦ τη γυναικι ℵB,C,D,W [80%] RP,HF,OC,CP,TR,NU αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.› 6Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» 7Λέγουσιν αὐτῷ, «Τί οὖν Μωσῆς#μωσης rell ¦ μωυσης B(D)N,W [5%] NU ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν;»#αυτην f35 B,C,N,W [99%] RP,HF,OC,CP,TR[NU] ¦ --- ℵD [1%] 8Λέγει αὐτοῖς ὅτι «Μωσῆς#μωσης rell ¦ μωυσης B(D)N,W [5%] NU πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. 9Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, μὴ ἐπὶ πορνείᾳ,#μη επι πορνεια f35 ℵ,C,N,W [95%] RP,HF,OC,CP,NU ¦ ει 123 [3%] TR ¦ παρεκτος λογου πορνειας B,D [2%] καὶ γαμήσῃ#γαμηση rell ¦ γαμησει [5%] CP ἄλλην μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.»#και ο απολελυμενην γαμησας μοιχαται f35 B [95%] RP,HF,OC,CP,TR ¦ --- ℵD [0.5%] NU ¦ 123 γαμων 5 C,N,W [4.5%] ¦ ωσαυτως 12 γαμων 35 𝕻25 10Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,#αυτου f35 𝕻25D,N,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB [0.5%] «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.» 11Ὁ δὲ εἶπεν αὐτοῖς· «Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον,#τουτον f35 ℵ,C,D,N,W [99%] RP,HF,OC,CP,TR[NU] ¦ --- B [1%] ἀλλ᾿ οἷς δέδοται. 12Εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν#εγεννηθησαν rell ¦ εγενηθησαν [1%] CP οὕτως, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.»
Jesus blesses children
13Τότε προσηνέχθη#προσηνεχθη f35 W [97%] RP,HF,OC,TR ¦ προσηνεχθησαν ℵB,C,D [3%] CP,NU αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς#τας χειρας επιθη αυτοις rell ¦ ∼ 3412 [1%] OC καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14Ὁ δὲ Ἰησοῦς εἶπεν, «Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» 15Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας#αυτοις τας χειρας f35 C,W [96%] RP,HF,CP,TR ¦ ∼ 231 B,D [3%] OC,NU ¦ ∼ 23 επ αυτους ℵ ¦ 23 [1%] ἐπορεύθη ἐκεῖθεν.
It is difficult for a rich person to enter the Kingdom
16Καὶ ἰδού, εἷς τις#τις f35 [25%] ¦ --- ℵB,C,D,W [75%] RP,HF,OC,CP,TR,NU προσελθὼν εἶπεν αὐτῷ,#ειπεν αυτω f35 C,W [98%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB [2%] NU ¦ λεγει 2 D «Διδάσκαλε ἀγαθέ,#αγαθε f35 C,W (99%) RP,HF,OC,CP,TR ¦ --- ℵB,D (1%) NU τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον;»#ποιησω ινα εχω ζωην αιωνιον f35 (W) [98.5%] RP,HF,OC,CP,TR ¦ 12 σχω 45 B,C,D [0.5%] NU ¦ ποιησας 45 κληρονομησω ℵ [1%] 17Ὁ δὲ εἶπεν αὐτῷ· «Τί με λέγεις ἀγαθόν;#λεγεις αγαθον f35 C,W (99%) RP,HF,OC,CP,TR ¦ ερωτας περι του αγαθου ℵB(D) (0.9%) NU ¦ --- (0.2%) Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός.#ουδεις αγαθος ει μη εις ο θεος f35 C,W (99.1%) RP,HF,OC,CP,TR ¦ εις (−ε. B) εστιν ο αγαθος ℵ(B) (0.3%) NU ¦ εις εστιν αγαθος D (0.6%) Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν,#εισελθειν εις την ζωην f35 W [97%] RP,HF,OC,CP,TR ¦ ∼ 2341 ℵB,C(D) [3%] NU τήρησον τὰς ἐντολάς.» 18Λέγει αὐτῷ, «Ποίας;» Ὁ δὲ Ἰησοῦς εἶπεν· «Τὸ ‹Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, 19Τίμα τὸν πατέρα#πατερα rell ¦ 1 σου W [35%] TR καὶ τὴν μητέρα,›#μητερα rell ¦ 1 σου [5%] CP καὶ ‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.› » 20Λέγει αὐτῷ ὁ νεανίσκος· «Πάντα ταῦτα ἐφυλαξάμην#εφυλαξαμην f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ εφυλαξα ℵB,D [1.5%] NU ἐκ νεότητός μου.#εκ νεοτητος μου f35 C,W (99%) RP,HF,OC,CP,TR ¦ --- ℵB (1%) NU ¦ 12 D Τί ἔτι ὑστερῶ;» 21Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς#δος f35 ℵC,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 τοις B,D [0.5%] [NU] πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ·#ουρανω f35 ℵW [99.5%] RP,HF,OC,CP,TR ¦ ουρανοις B,C,D [0.5%] NU καὶ δεῦρο ἀκολούθει μοι.» 22Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
23Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· «Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος#δυσκολως πλουσιος f35 W [97%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,C,D [3%] NU εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν#διελθειν f35 B,D [90%] RP,HF,OC,CP,TR,NU ¦ εισελθειν ℵ,C,W [10%] ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.»#εις την βασιλειαν του θεου εισελθειν f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ ∼ 612345 B,D [0.5%] NU ¦ 12345 ℵ [0.5%] ¦ 123 των ουρανων [0.5%] 25Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ#αυτου f35 W [90%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,D [10%] NU ἐξεπλήσσοντο σφόδρα, λέγοντες, «Τίς ἄρα δύναται σωθῆναι;» 26Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, «Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ Θεῷ πάντα δυνατά.»#παντα δυνατα f35 B,C,W [70%] RP,HF,CP,NU ¦ ∼ 21 ℵ [0.5%] ¦ 12 εστιν D [30%] OC,TR
27Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· «Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Τί ἄρα ἔσται ἡμῖν;» 28Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς, οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ Παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε#καθισεσθε f35 C,D [94%] RP,HF,OC,CP,TR ¦ καθησεσθε ℵB,W [5%] NU ¦ καθεσθησεσθε [1%] ¦ two other readings καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους,#θρονους rell ¦ θρονων CP κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29Καί, πᾶς ὃς#ος f35 [90%] RP,HF,OC,CP,TR ¦ οστις ℵB,C,D,W [10%] NU ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς#οικιας η αδελφους η αδελφας η πατερα η μητερα η γυναικα η τεκνα η αγρους f35 W [66%] RP,HF,OC,TR ¦ οικιαν 2-15 f35pt [30%] CP ¦ 1-9,12-15 B [0.5%] NU ¦ 3-15 ℵ [0.5%] ¦ ∼ 3-15,21 C [1%] ¦ 1-5,8-9,12-15 D ¦ ∼ 3-6 γονεις 12-15,21 [1%] ¦ at least three further variations ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται,#ληψεται rell ¦ λημψεται ℵB,C,D,W [1%] NU καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ#και rell ¦ 1 οι C [5%] CP ἔσχατοι πρῶτοι.

Qaqambisa

Share

Copy

None

Ufuna ukuba iimbalasane zakho zigcinwe kuzo zonke izixhobo zakho? Bhalisela okanye ngena