ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21

21
The last week
The triumphal entry—Sunday, 03/31/30 AD
1Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθσφαγῆ,#βηθσφαγη f35 N,W [85%] RP,HF,OC,CP ¦ βηθφαγη ℵB,C,D [15%] TR,NU ¦ three other spellings πρὸς#προς f35 ℵC,D,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ εις B [0.5%] NU τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε ὁ#ο f35 ℵ(N)W [93%] RP,HF,OC,CP,TR ¦ --- B,C,D [7%] NU Ἰησοῦς ἀπέστειλεν δύο μαθητάς, 2λέγων αὐτοῖς· «Πορεύθητε#πορευθητε f35 C,N,W [96%] RP,HF,OC,CP,TR ¦ πορευεσθε ℵB,D [4%] NU ¦ one other variant εἰς τὴν κώμην τὴν ἀπέναντι#απεναντι f35 N,W [95%] RP,HF,OC,TR ¦ κατεναντι ℵB,C,D [5%] CP,NU ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην,#δεδεμενην rell ¦ δεδεμενον CP καὶ πῶλον μετ᾿ αὐτῆς. Λύσαντες ἀγάγετέ μοι. 3Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ‹Ὁ Κύριος αὐτῶν χρείαν ἔχει›· εὐθέως#ευθεως f35 C(D)N,W [99%] RP,HF,OC,CP,TR ¦ ευθυς ℵB [1%] NU δὲ ἀποστέλλει#αποστελλει f35 C,N,W [96%] RP,HF,OC,CP ¦ αποστελει ℵB,D [4%] TR,NU ¦ one other variant αὐτούς.» 4Τοῦτο δὲ ὅλον#ολον f35 B,N,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵC,D [1%] NU γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος· 5«Εἴπατε τῇ θυγατρὶ Σιών, ‹Ἰδού, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον, καὶ#και f35 C,D,W (98%) RP,HF,OC,CP,TR ¦ 1 επι ℵB,N (2%) NU πῶλον, υἱὸν ὑποζυγίου.› » 6Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν#προσεταξεν f35 ℵN,W [99.5%] RP,HF,OC,CP,TR ¦ συνεταξεν B,C,D [0.5%] NU αὐτοῖς ὁ Ἰησοῦς, 7ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον. Καὶ ἐπέθηκαν ἐπάνω#επανω f35 C,N,W [97%] RP,HF,OC,CP,TR ¦ επ ℵB,D [2%] NU ¦ --- [1%] αὐτῶν τὰ ἱμάτια αὐτῶν,#αυτων f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [0.5%] NU καὶ ἐπεκάθισεν#επεκαθισεν rell ¦ επεκαθισαν [2%] some TRs ¦ εκαθισεν N,W [4%] ¦ εκαθισαν ℵ ¦ εκαθητο D ¦ two further variants ἐπάνω αὐτῶν. 8Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν αὐτῶν#αυτων f35 D,W [30%] ¦ εαυτων ℵB,C,N [70%] RP,HF,OC,CP,TR,NU τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. 9Οἱ δὲ ὄχλοι οἱ προάγοντες#προαγοντες f35 N,W [98%] RP,HF,OC,CP,TR ¦ 1 αυτον ℵB,C,D [2%] NU καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες· «Ὡσαννὰ τῷ Υἱῷ Δαυίδ.» «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» 10Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις, λέγουσα, «Τίς ἐστιν οὗτος;» 11Οἱ δὲ ὄχλοι ἔλεγον, «Οὗτός ἐστιν Ἰησοῦς, ὁ προφήτης#ιησους ο προφητης f35 C,N,W [98.5%] RP,HF,OC,CP,TR ¦ ∼ 231 ℵB,D [0.5%] NU ¦ 23 [1%] ὁ ἀπὸ Ναζαρὲτ#ναζαρετ f35 N,W [90%] RP,HF,OC,CP,TR ¦ ναζαρεθ ℵB,C,D [10%] NU τῆς Γαλιλαίας.»
The second cleansing of the temple
12Καὶ εἰσῆλθεν ὁ#ο f35 D,N [92%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,W [8%] NU Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ#του θεου f35 C,D,N,W (96.6%) RP,HF,OC,CP,TR ¦ 2 (0.2%) ¦ --- ℵB (3.2%) NU καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς. 13Καὶ λέγει αὐτοῖς, «Γέγραπται, ‹Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται,› ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε#εποιησατε f35 C,D(N)W [99.5%] RP,HF,OC,CP,TR ¦ ποιειτε ℵB [0.5%] NU ‹σπήλαιον λῃστῶν.› » 14Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ#χωλοι και τυφλοι f35 C,N,W [96%] RP,HF,OC,CP ¦ ∼ 321 ℵB,D [4%] TR,NU ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.
15Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας#παιδας f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ 1 τους ℵB,D,N [1%] NU κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, «Ὡσαννὰ τῷ Υἱῷ Δαυίδ,» ἠγανάκτησαν 16καὶ εἶπον#ειπον 𝕻45 rell ¦ ειπαν ℵB,D [0.5%] NU αὐτῷ, «Ἀκούεις τί οὗτοι λέγουσιν;» Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· «Ναί. Οὐδέποτε ἀνέγνωτε ὅτι ‹Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον›;» 17Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.
“If you have faith”—Monday, 04/01/30 AD
18Πρωΐας#πρωιας f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ πρωι ℵB,D [0.5%] NU δέ, ἐπανάγων εἰς τὴν πόλιν, ἐπείνασεν. 19Καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ᾿ αὐτὴν καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον. Καὶ λέγει αὐτῇ, «Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα.» Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. 20Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν, λέγοντες, «Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ.» 21Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ‹Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν,› γενήσεται. 22Καὶ πάντα ὅσα ἐὰν#εαν f35 C,W [70%] RP,HF,OC,CP ¦ αν ℵB [30%] TR,NU ¦ --- D αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήψεσθε.»#ληψεσθε rell ¦ λημψεσθε ℵB,NU ¦ λημψεσθαι D,W [0.5%] ¦ ληψεσθαι [0.5%]
About John’s baptism—Tuesday, 04/02/30 AD
23Καὶ ἐλθόντι αὐτῷ#ελθοντι αυτω f35 W [96%] RP,HF,OC,CP,TR ¦ ελθοντος αυτου ℵB,C,D [3%] NU ¦ εισελθοντι 2 [0.5%] εἰς τὸ ἱερόν, προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες, «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» καὶ «Τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;» 24Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 25Τὸ βάπτισμα#βαπτισμα f35 D,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 το ℵB,C [0.5%] NU Ἰωάννου—πόθεν ἦν· ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων;» Οἱ δὲ διελογίζοντο παρ᾿#παρ f35 ℵC,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ εν B [0.5%] NU ἑαυτοῖς, λέγοντες· «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ,› ἐρεῖ ἡμῖν, ‹Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;› 26Ἐὰν δὲ εἴπωμεν, ‹Ἐξ ἀνθρώπων,› φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην.»#εχουσιν τον ιωαννην ως προφητην f35 D,W [98.5%] RP,HF,OC,CP,TR ¦ ∼ 45123 ℵB,C [1.5%] NU 27Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον,#ειπον rell ¦ ειπαν ℵD [0.5%] NU «Οὐκ οἴδαμεν.» Ἔφη αὐτοῖς καὶ αὐτός, «Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Two parables against the Pharisees
28»Τί δὲ ὑμῖν δοκεῖ; Ἄνθρωπός τις#τις f35 C [50%] OC,CP ¦ --- ℵB,D,W [50%] RP,HF,TR,NU εἶχεν τέκνα δύο· καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν, ‹Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου.›#μου f35 B,W [92%] RP,HF,OC,CP,TR ¦ --- ℵC,D [8%] NU 29Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‹Οὐ θέλω› (ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν). 30Καὶ προσελθὼν#και προσελθων f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ ∼ 2 δε ℵB,D [3%] NU τῷ ἑτέρῳ#ετερω f35 ℵC,D,W [70%] HF,NU ¦ δευτερω B [30%] RP,OC,CP,TR εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‹Ἐγώ, κύριε›· καὶ οὐκ ἀπῆλθεν. 31Τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός;» Λέγουσιν αὐτῷ,#αυτω f35 C,W [98%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [2%] NU «Ὁ πρῶτος.» Λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 32Ἦλθεν γὰρ πρὸς ὑμᾶς Ἰωάννης#προς υμας ιωαννης f35 D,W [98%] RP,HF,OC,CP,TR ¦ ∼ 312 ℵB,C [2%] NU ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ#ου f35 ℵC,W [97%] RP,HF,OC,CP,TR ¦ ουδε B [3%] NU ¦ --- D μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
33»Ἄλλην παραβολὴν ἀκούσατε· Ἄνθρωπός τις#τις f35 [90%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,D,W [10%] NU ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον. Καὶ ἐξέδοτο#εξεδοτο f35 D,W [99.5%] RP,HF,OC,CP,TR ¦ εξεδετο ℵC [0.5%] NU ¦ εξεδετε B αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. 34Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ—ὃν μὲν ἔδηραν,#εδηραν f35 [25%] ¦ εδειραν ℵB,C,D,W [75%] RP,HF,OC,CP,TR,NU ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36Πάλιν ἀπέστειλεν ἄλλους δούλους, πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37Ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων, ‹Ἐντραπήσονται τὸν υἱόν μου.› 38Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· ‹Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν#κατασχωμεν f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ σχωμεν ℵB,D [1.5%] NU τὴν κληρονομίαν αὐτοῦ.› 39Καὶ λαβόντες αὐτὸν ἐξέβαλον#αυτον εξεβαλον rell ¦ ∼ 21 CP ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;» 41Λέγουσιν αὐτῷ· «Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται#εκδωσεται rell ¦ εκδοσεται [10%] TR ¦ εκδωσει C [0.5%] ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.» 42Λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· ‹Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν›; 43Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. 44Καί, ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.»#the whole verse f35 ℵB,C,W [99.9%] RP,HF,OC,CP,TR[NU] ¦ --- D
45Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει. 46Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς#επειδη ως f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ επει εις B [1%] NU ¦ επι εις ℵ ¦ επι 2 D ¦ one other variant προφήτην αὐτὸν εἶχον.

Qaqambisa

Share

Copy

None

Ufuna ukuba iimbalasane zakho zigcinwe kuzo zonke izixhobo zakho? Bhalisela okanye ngena