1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:25-26
Byzantine Textform 2018
Εἶπεν αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή• ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται• καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο
Yenzanisa
Ongorora {{vhesi}}
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:40
Λέγει αὐτῇ ὁ Ἰησοῦς, Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ θεοῦ
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:35
Ἐδάκρυσεν ὁ Ἰησοῦς.
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:4
Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν, Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι' αὐτῆς.
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:43-44
Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασεν, Λάζαρε, δεῦρο ἔξω. Καὶ ἐξῆλθεν ὁ τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Λύσατε αὐτόν, καὶ ἄφετε ὑπάγειν.
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:38
Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ' αὐτῷ.
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:11
Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται• ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
Pekutangira
Bhaibheri
Zvirongwa
Mavideo